Dinarchus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Din.].
<<Din. 1 Din. 1 (English) >>Din. 2

Κατὰ Δημοσθένους

1.1 μὲν δημαγωγὸς ὑμῖν, Ἀθηναῖοι, καὶ θανάτου τετιμημένος ἑαυτῷ ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρʼ Ἁρπάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρʼ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολλῶν δʼ ὑπὸ Στρατοκλέους εἰρημένων καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, καὶ περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματʼ ἀνεγνωκότος ἤδη τὰ περὶ τούτων, 1.2ὑπόλοιπον ἡμῖν, Ἀθηναῖοι, καὶ ταῦτʼ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμενοὐ γὰρ ἵνʼ ἐνοχλῶμεν ὑμᾶς, ἀλλʼ ἵνʼ ὀργίζεσθαι μᾶλλον παροξύνωμεν, note δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν —, ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων. 1.3ὁρᾶτε γάρ, Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς· οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθʼ note εἰς ὑμᾶς αὐτούς, φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵνʼ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλʼ ἵνʼ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτʼ ἐφʼ ὑμῖν ἐστι. 1.4ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ κινδύνῳ τῆς πόλεως χρήματα παρʼ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις <ἐν> note ψηφίσματι γράψαντος, Δημόσθενες, σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρʼ Ἁρπάλου χρυσίον, 1.5ζητεῖ βουλή, οὐκ ἐκ τῶν προκλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ note αὑτῆς note ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλʼ, ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα <μὲν> note βουλή, ἄνδρες, τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπολογίζεσθαι τῶν περὶ αὑτῆς note ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς note αἰτία μοχθηρὰ καὶ κίνδυνος ἔσεσθαι. 1.6τούτων ὡς ἐδόκει τῷ δήμῳ καλῶς καὶ συμφερόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου· καὶ τῶν ἐκ προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲς note εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου;

1.7ναί· κατέψευσται γὰρ βουλὴ Δημοσθένους· τουτὶ γάρ ἐστιν ὑπερβολὴ τοῦ πράγματος. σοῦ κατέψευσται καὶ Δημάδου; καθʼ ὧν οὐδὲ τἀληθὲς εἰπεῖν, ὡς ἔοικεν, ἀσφαλές ἐστιν; οἳ πολλὰ πρότερον τῶν κοινῶν ἐκείνῃ ζητεῖν προσετάξατε καὶ διὰ τὰς γενομένας ζητήσεις ἐπῃνέσατε; οὓς δʼ πόλις ἅπασα οὐ δύναται ἀναγκάσαι τὰ δίκαια ποιεῖν, κατὰ τούτων βουλὴ ψευδεῖς ἀποφάσεις πεποίηται; 1.8 Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, Δημόσθενες, ἐὰν ἀποφήνῃ <κατὰ> note σοῦ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ποῖ note νῦν ἐλθὼν δῆμος τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν; 1.9τὸ μὲν γὰρ συνέδριον, τὸ πρότερον δοκοῦν εἶναι πιστόν, σὺ καταλύεις, δημοτικὸς εἶναι φάσκων, τὴν τῶν σωμάτων φυλακὴν δῆμος παρακαταθήκην ἔδωκεν, τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις ἐγκεχείρικεν, note διαπεφύλαχε note τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, φυλάττει τὰς ἀπορρήτους διαθήκας, note ἐν αἷς τὰ τῆς πόλεως σωτήρια κεῖται.

1.10δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον· εἰρήσεται γὰρ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θηβαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος· 1.11, εἰ ταῦθʼ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθʼ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημάτων μὴ προσδέχεσθαι, πεῖραν ὑμῶν ἐν τοῖς πρότερον εἰληφότας· ὅπου γʼ note οὕτω καλῶς καὶ δικαίως τῆς ἀποφάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δίκαιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης, 1.12οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως note καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡςἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους.” οὔκ· ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, Δημόσθενες. “ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν.” οὔκ· ἀλλʼ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. “ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας.” 1.13ἐφʼ αἷς note οὐκ οἶδʼ τι ποτʼ ἂν ἐποίησεν τίνας ἂν εἶπε λόγους, εἰ συνέβη κατορθῶσαι αὐτῷ note συνεβούλευσεν, ὃς note ἐπὶ τοῖς τοιούτοις ἀτυχήμασι καὶ κακοῖς ἅπασαν ἐπεληλυθὼς τὴν οἰκουμένην ὅμως ἀξιοῖ δωρεὰς αὑτῷ note δεδόσθαι τὰς μεγίστας, λαμβάνειν δῶρα κατὰ τῆς πατρίδος καὶ λέγειν καὶ πράττειν κατὰ τοῦ δήμου ἂν βούληται. 1.14καὶ Τιμοθέῳ note μέν, Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι note καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθʼ ὑπόλογον, οὐδὲ τῆς τότʼ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμοκότες ἐφέρετε τὴν ψῆφον, ἀντικατηλλάξασθε note τὰς τοιαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων ἐτιμήσατε, ὅτι χρήματʼ αὐτὸν <Ἀριστοφῶν> note ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων· 1.15τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθηνἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσʼ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασʼ ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτʼ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· νῦν οὐδὲ τῶν ὑφʼ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος. 1.16καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας; τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου note τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφʼ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.Ψήφισμα
note

1.17 τοιοῦτος, Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλʼ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς <αὐτῆς> note πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδʼ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλʼ ὑπομένων καὶ κρίνεσθαι, note εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδʼ ἕτερα φρονῶν καὶ δημηγορῶν.

1.18οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον, ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρʼ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν, 1.19ἐροῦντες τοῖς Ἀρκάσιν ὅτι οὐ τὴν πρὸς τοὺς Ἕλληνας φιλίαν Θηβαῖοι διαλῦσαι βουλόμενοι τοῖς πράγμασιν ἐπανέστησαν, οὐδʼ ἐναντίον τῶν Ἑλλήνων οὐδὲν πράξοντες, ἀλλὰ τὰ παρʼ αὑτοῖς note ὑπὸ τῶν Μακεδόνων ἐν τῇ πόλει γιγνόμενα note φέρειν οὐκέτι δυνάμενοι, οὐδὲ τὴν δουλείαν ὑπομένειν, οὐδὲ τὰς ὕβρεις ὁρᾶν τὰς note εἰς τὰ ἐλεύθερα σώματα γιγνομένας, — 1.20οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν, καὶ ἐλεησάντων ἐν οἷς note ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων ὅτι τοῖς μὲν σώμασι μετʼ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντʼ αἰτοῦντος ὥστʼ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκετευόντων δοῦναι τὰ χρήματʼ εἰς τὴν τῆς πόλεως σωτηρίαν, 1.21οὐκ ἐτόλμησεν μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις. 1.22ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ τούτου φιλαργυρία; προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε note τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ. 1.23ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι note· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος. 1.24διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. ἀροῦται, φημί, καὶ σπείρεται· καὶ οὐκ ἠλέησε, φημί, μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφʼ ὑμῶν ἀποσταλείς, ἧς note ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν. 1.25κἀκεῖνοι <μέν>, note ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ note τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων note καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, μὴ note περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας τῆς note Ἀθηναίων note ἔχων πορεύηται· 1.26οὗτος δὲ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει, note παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε. 1.27μόνως γὰρ οὕτως, ἄνδρες note Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων note ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δʼ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.Ψήφισμα
Μαρτυρίαι
Ἐπιστολαί

1.28μισθωτὸς οὗτος, Ἀθηναῖοι, μισθωτὸς οὗτός note ἐστι παλαιός. οὗτος ἦν τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει συναπελογεῖτο note τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, διʼ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετʼ Ἀντιπάτρου δεῦρʼ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων. 1.29μὴ ἀφῆτε, ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον ἀτιμώρητον, εἰλημμένον ἐπʼ αὐτοφώρῳ δῶρα ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγαθῆς τύχης ὑμᾶς note ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβληκυίας, τοῦτον δʼ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀποτυχίας τρέψαντες. 1.30εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολαβόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ὑμῶν τῶν περιεστηκότων, εἰς ποῖα οὗτος πράγματα εἰσελθὼν ἴδια κοινὰ οὐκ ἀνατέτροφεν; note οὐκ εἰς μὲν τὴν Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετʼ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν; 1.31οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελενἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσʼ Ἑλλάς, οὐ μόνον πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς note τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν. 1.32ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλʼ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν οὗτος note κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν τύχη ταῦτα ὥστʼ ἐναντία note γενέσθαι note τοῖς προσδοκωμένοις. 1.33ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· <καὶ> note οὗτος ἀπώλετο. καὶ ταῦθʼ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλʼ τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως note; 1.34συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος note ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ note λέγοντες, ἐν Ἰνδοῖς ἦν, δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων. 1.35τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων note κινδύνων; note συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν, 1.36ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει, note καὶ μηδεπώποτε note βελτιόνων.

1.37οὐκ ἀναμνήσεσθε, ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας note ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων· 1.38ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γεγενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἑρχιέως note καὶ Ἠλείου note <καὶ> note Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν χρόνον δουλεύουσαν, 1.39οἱ δὲ πείσαντος note ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ note ψήφισμα γράψαντος, ὃς οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογισάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πόλεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθηναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας· καὶ ἐξελθόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη τῶν note Λακεδαιμονίων φρούραρχος, ἠλευθέρωντο note Θηβαῖοι, διεπέπρακτο πόλις ὑμετέρα ἄξια τῶν προγόνων. 1.40ἐκεῖνοι ἦσαν, ἐκεῖνοι, Ἀθηναῖοι, ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου· μὰ Δίʼ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασι μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δὲ αὑτῶν ἀσφάλειαν τηροῦντες καὶ πανταχόθεν note ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθʼ ὑμῶν εἰληφότες, παρακρούονται ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γεγενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν. οὓς χρῆν note τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα, note τοιαῦτα διαπεπραγμένους.

1.41οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν note φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ποίων νόμων οὐκ εἴληφεν ἀργύριον; 1.42εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθʼ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθʼ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δʼ ἀποδόμενος οὐκ ἐβεβαίου; 1.43εἴπατέ μοι πρὸς Διός, ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην note εἰκόνα; τὸ ποιῆσαι πολίτας ὑμετέρους note Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον, note πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην note καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου note τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι note τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι note καταφύγῃ αὐτίκα φήσοντι εἶναι; 1.44 τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, <τὸν> note τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ. note καὶ τοῦτον οὗτος δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι. 1.45περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; <εἶτα>, note πρὸς τῆς Ἀθηνᾶς, οἴεσθʼ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δʼ εἴκοσι τάλαντʼ οὐκ ἂν λαβεῖν; κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δʼ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις;

1.46πολλοί, ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν note ἄλλων δωροδοκίας ποιήσετε, ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις note ἔνοχος καθέστηκεν, 1.47ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθʼ ἑκάστην ἐκκλησίαν γιγνόμενος, note ἐξεληλεγμένος δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, καὶ ἕτερα μὲν λέγων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς, ἀνθʼ ὧνεἴπερ ἐστί που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, ὥσπερ ἔστιδώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατʼ, ἄνδρες δικασταί, τῆς ἀρᾶς.Ἀρά

1.48ἀλλʼ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτʼ αἰσχύνης οὔτʼ ἐλέγχου οὔτʼ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον βουλή· καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως· 1.49πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς note τολμῶν. ἵνʼ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητʼ αὐτῷ, ἀλλʼ εἰδῆτʼ ἀκριβῶς ὅτι οὔτε μʼ ἀπέφηνεν βουλὴ οὔτʼ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφʼ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρʼ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτʼ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι.

1.50ἀνάγκη τὴν βουλήν, ἄνδρες, τὴν ἐξ Ἀρείου πάλου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τούτους; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, τοῦ δήμου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντινʼ ἂν note τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄς, μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν, 1.51δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθʼ ἐζήτησεν βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρʼ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δʼ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην. 1.52καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕνʼ note εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ note κατʼ ἐμοῦ ταῦτʼ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.Μαρτυρία

1.53εἶτʼ οὐ δεινόν, Ἀθηναῖοι, εἰ, ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ note καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ note διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατʼ ἐμοῦ ψευδεῖς γενόμεναι note κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθʼ ὑμῶν καὶ ταῦτα πεποιηκότʼ ἀδικεῖν, καὶ δημαγωγὸς ὑμῖν, ἐν τὰς ἐλπίδας ἔχουσί τινες, 1.54ἐπʼ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε. 1.55 βουλή, ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς note ἀδικήματʼ οὐχ ὡς ὑμεῖςκαί μοι μὴ ὀργισθῆτεδικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον τῷ δικαίῳ ἀπονέμοντες, ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις <ἀποφαίνει> note καὶ τὸν ὁποιονοῦν ἠδικηκότα <παρὰ> note τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι. 1.56διόπερ τὸν παρʼ αὑτῶν ἀποστερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε· πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμήσαντʼ ἀποδόσθαι παρὰ τὰ νόμιμα τὸν αὐτὸν τρόπον ζημιώσασʼ ἐξέβαλε. 1.57τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. που ἄρα βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρʼ ἑαυτοῖς note ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε. 1.58πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν βουλὴ συνιέναι. κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθʼ ὑμεῖς, ὁμολογοῦντος τοῦ note Πολυεύκτου βαδίζειν εἰς Μέγαρʼ ὡς τὸν Νικοφάνην· ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν ἐφαίνεθʼ ὑμῖν ποιεῖν τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος ἠτυχηκότι καὶ συνευπορῶν, καθʼ ὅσον δυνατὸς ἦν, ἀπεστερημένῳ τῆς πατρίδος. 1.59αὕτη, Δημόσθενες, τῆς βουλῆς ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι note τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι note τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτʼ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων note ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντʼ ἂν εἴη. 1.60δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων note ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλʼ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν note κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, θάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ note τοῖς τοῦτο τολμῶσι ποιεῖν.

1.61 τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον note ἀποφανθέντων ὑπὸ τῆς βουλῆς, τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς ζημίαν, note σοὶ δὲ μόνῳ τὰ note περὶ αὐτῆς ἠναντιῶσθαι. ἀλλὰ μόνος σὺ τῶν πώποτʼ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνατον, ἐὰν ἀποφήνῃ <σʼ> note βουλὴ τῶν χρημάτων εἰληφότα τι τῶν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου κομισθέντων. 1.62ἀλλὰ μὴν πρότερον ἔγραψας σύ, Δημόσθενες, κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημμελοῦντα, χρωμένην τοῖς πατρίοις note νόμοις· καὶ παρέδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι· καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες τῷ ἐπὶ τῷ ὀρύγματι· 1.63ἐδέθη τῶν ἀφʼ Ἁρμοδίου γεγονότων εἷς κατὰ τὸ σὸν πρόσταγμα· ἐστρέβλωσαν Ἀντιφῶντα καὶ ἀπέκτειναν οὗτοι τῇ τῆς βουλῆς ἀποφάσει πεισθέντες· ἐξέβαλες σὺ Χαρῖνον note ἐκ τῆς πόλεως ἐπὶ προδοσίᾳ κατὰ τὰς τῆς βουλῆς ἀποφάσεις καὶ τιμωρίας. κατὰ δὲ σαυτοῦ καὶ ταῦτα γράψας αὐτὸς τὸ ψήφισμʼ ἀκυροῖς; καὶ ποῦ ταῦτα δίκαια νόμιμά ἐστι;

1.64μαρτύρομαι τὰς σεμνὰς θεάς, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἥρωας τοὺς ἐγχωρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολιάδα note καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν χώραν καὶ τὴν πόλιν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι note τὸν εἰληφότα τι τῶν noteκατὰ τῆς πατρίδος, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχαρακωμένην προδεδωκότα note τὴν πατρίδα ταῖς αὑτοῦ συμβουλίαις, 1.65ὃν note οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει note ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματʼ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτʼ εὔχονται τοῖς θεοῖς· οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων. 1.66τί γὰρ ἐροῦμεν, Ἀθηναῖοι, πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, μὴ γένοιτο, παρακρουσθῆτε ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν πατρῴαν ἑστίαν οἴκαδʼ ἀπελθὼν ἰδεῖν τολμήσει, note ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε note ζητεῖν μήθʼ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον; 1.67τίνας δʼ, Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες; 1.68τί δʼ ἐάντιθῶμεν note γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς, note πρὸς θεῶν, ἄνδρες, τί ἐροῦμεν; 1.69γράψεις note σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, note αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχώς, εἴκοσι τάλαντʼ ἔχεις. 1.70 πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύσεις note Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτʼ ἐστὶ δίκαιον κοινὸν δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δʼ ἁρπάζειν καὶ κλέπτειν; note καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ πλείω πεντήκοντα καὶ ἑκατὸν τάλαντα, τὰ μὲν ἐκ τῶν βασιλικῶν, τὰ δʼ ἐκ τῶν Ἀλεξάνδρου πραγμάτων, εἰληφέναι, μηδὲν δὲ φανερὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πολιτευομένοις; 1.71καὶ τοὺς μὲν νόμους προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατηγῷ, <τῷ> note τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺς νόμους, γῆν ἐντὸς ὅρων κεκτῆσθαι, πάσας τὰς δικαίας πίστεις παρακαταθέμενον οὕτως ἀξιοῦν προεστάναι τοῦ δήμου· σὲ δὲ τὴν <μὲν> note πατρῴαν γῆν πεπρακέναι, τοὺς δʼ οὐ γεγενημένους υἱεῖς σαυτῷ προσποιεῖσθαι παρὰ τοὺς νόμους τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων, ἐπιτάττειν δὲ τοῖς ἄλλοις στρατεύεσθαι λιπόντʼ αὐτὸν τὴν κοινὴν τάξιν.

1.72 Ἀθηναῖοι, παρὰ τί οἴεσθε τὰς πόλεις τοτὲ μὲν εὖ τοτὲ δὲ φαύλως πράττειν; οὐδὲν εὑρήσετʼ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους καὶ τοὺς ἡγεμόνας. ἐπιβλέψατε δʼ ἐπὶ τὴν Θηβαίων πόλιν. ἐγένετο note πόλις, note ἐγένετο μεγίστη· καὶ τίνων τυχοῦσα ἡγεμόνων καὶ στρατηγῶν; ἅπαντες ἂν ὁμολογήσαιεν <οἱ> note πρεσβύτεροι, παρʼ ὧνπερ κἀγὼ τοὺς λόγους ἀκούων ἐρῶ, 1.73ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου note καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν τῶν Θηβαίων πόλις, τότʼ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατʼ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντʼ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν. 1.74πότε δʼ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτʼ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γʼ ἀνθρώπους οὓς εἶπον ἅπασʼ πόλις ἐκ τῶν Ἑλλήνων note ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις. 1.75θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτʼ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν, note ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε. 1.76τότε, Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντες λαμπροὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκείνων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν προγόνων ἡμῶν σωτηρίας, δὲ καταλυθεὶς ὑπʼ ἐκείνων δῆμος διὰ τοὺς τότε γενομένους παρʼ ἡμῖν note συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼς οἵων εἶπον ἀρτίως, συμβούλους δʼ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν. 1.77διόπερ, Ἀθηναῖοι, δεῖ ταῦθʼ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους μὴ μὰ Δία τὸν πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδʼ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδʼ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπʼ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημάτων, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας note ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι, καὶ μεταβαλέσθαι note τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν.

1.78ἀκούσατε, Ἀθηναῖοι, κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, note τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ Διὸς τοῦ Δωδωναίου· σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον.Μαντεία 1.79λέγε δὴ τὸ καλὸν ψήφισμα τούτου.Ψηφίσματος Μέρος
δημοτικός γʼ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δʼ ἂν οὗτος note ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργα ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά.Τὸ Λοιπὸν τοῦ Ψηφίσματος
1.80ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα note τὰς ᾑρημένας note πρεσβείας. ἐπειδὴ <γὰρ> note ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνείᾳ Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵνʼ ἐκ τῆς πόλεως ἀποδραίη, <ᾤχετο> note συσκευασάμενος <ἐκ> note τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχʼ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν. 1.81τοιοῦτος ὑμῖν σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ note Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτʼ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι note κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος note ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς, 1.82ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα, ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρχεθεωρὸν αὑτὸν ἐπέδωκε note τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν.

λέγε δὴ noteκαὶ τὸ περὶ ζητήσεως τῶν χρημάτων ψήφισμα, note ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρʼ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν.Ψήφισμα
1.83ἔγραψας σὺ τοῦτο, Δημόσθενες; ἔγραψας· οὐκ ἔστιν ἀντειπεῖν. ἐγένετο βουλὴ κυρία σοῦ προστάξαντος; ἐγένετο. τεθνᾶσι τῶν πολιτῶν ἄνδρες; τεθνᾶσι. κύριον ἦν τὸ σὸν ψήφισμα κατʼ ἐκείνων; ἀδύνατον ἀντειπεῖν.

λέγε δὴ πάλιν Δημοσθένης κατὰ Δημοσθένους ἔγραψε. προσέχετε, ἄνδρες.Ψήφισμα
1.84 βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν, Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφʼ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν· ἐπειδὴ δʼ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας τῶν note ὑπὲρ τοῦ δήμου συνειλεγμένων καὶ τῶν ὀμωμοκότων note πείσεσθαι note τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώποις δίκαια νομιζόμενα; 1.85μή, Ἀθηναῖοι, μή· αἰσχρὸν γὰρ καὶ δεινόν, ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμάτων, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτʼ ἠδικηκότας ὅσαπερ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦντα ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφʼ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλωκότα. ταὐτὸ note συνέδριον, Ἀθηναῖοι, καὶ αὐτὸς τόπος, καὶ ταὐτὰ note δίκαια. 1.86 αὐτὸς ῥήτωρ ἐκείνοις τʼ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβησομένων. ἐπέτρεψεν note αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συνεδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημένος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθʼ ἑαυτοῦ παρὰ τὴν μητέρα note τῶν θεῶν, πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστὶ ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν. 1.87κρίσεως note Ποσειδῶν ἀποτυχὼν τῆς note ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένης note ἐνέμεινεν· <ἐνέμειναν> note αὐταὶ αἰ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ καὶ τῇ τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσετε οἱ πάντων εἶναι φάσκοντες εὐσεβέστατοι; note τὴν τοῦ συνεδρίου γνώμην note ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; οὐκ, ἐὰν σωφρονῆτε, Ἀθηναῖοι· 1.88οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. <> note εἰ μέν, καθʼ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτʼ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθʼ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δʼ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.

1.89ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ἄριστε, εἰπέ μοι, φυλάξομεν, note ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ, note ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δʼ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δʼ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα note γὰρ τάλαντʼ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν note ἀναθεῖναι. 1.90καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντʼ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον δῆμος βουλεύσηται, τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδένʼ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον.

1.91πολλοὺς οὗτος εἴρηκε note καὶ παντοδαποὺς λόγους, ἄνδρες, καὶ οὐδεπώποτε note τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι note ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω note κακοδαιμονῶμενοὐ note γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον <ἂν> note εἴη τοῖς συμβαίνουσιν· 1.92εἰ δέ τι note κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον note ἐστὶν ὑμᾶς αὐτούς, Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς <τοὺς> note τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης. 1.93τίς οὕτως εὔελπις ὑμῶν ἐστιν, Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις note ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, διʼ ἡντιναδήποτε αἰτίαν τύχηνἐῶ γὰρ τοῦτονῦν, note ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ note παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς; 1.94ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε, note καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων μηδένα νομίζειν ἄλλον θεὸν τοὺς παραδεδομένους, τοτὲ δὲ λέγων ὡς οὐ δεῖ τὸν δῆμον ἀμφισβητεῖν τῶν ἐν τῷ note οὐρανῷ τιμῶν Ἀλεξάνδρῳ, ὅταν δὲ μέλλῃ κριθήσεσθαι παρʼ ὑμῖν, Καλλιμέδοντα εἰσαγγέλλων συνιέναι ἐν Μεγάροις τοῖς φυγάσιν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, 1.95ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τούτων γράφων μὲν οὐδέν, αἰτίας δʼ ἕνεκα τοῦ παρόντος ἀγῶνος παρασκευάζων· τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος, ἄνδρες Ἀθηναῖοι, καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις. 1.96 ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπὶ Εὐβούλου, τῇ πόλει; ποῖοι νεώσοικοι τούτου πολιτευομένου γεγόνασι; πότε οὗτος διὰ ψηφίσματος νόμου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, πεζὴν ναυτικήν; τίς ἀνενήνεκται note τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἐν τῷ ἄστει ἄλλοθί που τῆς χώρας; οὐδεὶς ἂν note οὐδαμοῦ δείξειεν. 1.97ἔπειτα τὸν ἐν μὲν note ταῖς πολεμικαῖς πράξεσιν ἄπιστον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους note ὅσʼ ἐβουλήθησαν, μεταβεβλημένον δʼ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, τοῦτον περιποιῆσαι βουλήσεσθε; note 1.98οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε note· ἀλλὰ δέξεσθε note τὴν ἀγαθὴν τύχην, τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε, note καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δʼ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν.Μαντεία

1.99πῶς οὖν μίαν γνώμην ἕξομεν, Ἀθηναῖοι; πῶς ὁμονοήσομεν note ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ note πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις; 1.100τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; τί φασι τοὺς πρὸ ὑμῶν note γεγενημένους, Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ; 1.101γέγραψαι ψήφισμα, Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκας τινὰ πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδʼ ἡντινοῦν. εἰσήγγελκας τὸν παρὰ τὰ note τοῦ δήμου ψηφίσματα note καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε, note ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν note πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις. 1.102ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς δῆμος ἔλαβε πεῖραν, ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύναμιν ἐξεταζομένην εἴδομεν; ἐνταῦθα φήσετʼ εἶναι δεινοί, εἰ παρακρούεσθε note τούτους ἀεὶ λέγοντες ὡς οὐκ ἔστιν ἔξω τῆς πατρίδος ὑμῖν ἐξελθεῖν, οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ἡμετέρας εὐνοίας; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χωρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας. 1.103ὑμεῖς δʼ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων note διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς ἐν Ὀλυμπίᾳ note περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους note τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς, 1.104τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθʼ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις note δεῖξαι note τὸ πρόσωπον, οὐδʼ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσεκαίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματʼ εἰληφώςσὺ δʼ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη;

1.105ὁρᾶτε, Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος, note τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι note Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, <οὐδὲν> note οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων. 1.106πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια τὰ note παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε; 1.107 πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ τήμερον ἡμέρα καὶ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ note πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων.

1.108οὐ καταπληκτέον ἐστίν, ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον, ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάνειν note καθʼ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν διʼ ὑμᾶς ἕτερα κεκτημένον, οὐδʼ ἀπολογεῖσθαι note νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθʼ ἑαυτοῦ θάνατον τὴν ζημίαν· ἀλλʼ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πονηρία ταῦτʼ εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε. note 1.109μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε note τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς note κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς. 1.110εἰς ταύτην ἀποβλέψαντας, Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς note οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν note αὐτῇ ἀντίθετε, πότερον πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν διὰ τὴν πόλιν Δημοσθένης. 1.111εὑρήσετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς note τὸ πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον note ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δʼ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου τὴν ὁσίαν καὶ δικαίαν φέρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ note Δημοσθένει· τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν ἔργον.

1.112καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτείᾳ, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται note συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν. 1.113νομίσαντες οὖν, Ἀθηναῖοι, καθʼ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθʼ αὐτῶν, ἀλλὰ κελεύετʼ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς note ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, <ἀλλὰ> note τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν note ὕστερον ἐγκαλῆτε note τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν.

1.114ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις. note



Dinarchus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Din.].
<<Din. 1 Din. 1 (English) >>Din. 2

Powered by PhiloLogic