Dinarchus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Din.].
<<Din. 1 Din. 2 (English) >>Din. 3

Κατὰ Ἀριστογείτονος

2.1πάνθʼ, ὡς ἔοικεν, Ἀθηναῖοι, προσδοκητέα ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἐν ταῖς γεγενημέναις ἀποφάσεσι· θαυμασιώτατον δὲ πάντων, ὡς ἐμοὶ δοκεῖ, τὸ νῦν γιγνόμενον. γὰρ πονηρότατος τῶν ἐν τῇ πόλει, μᾶλλον δὲ καὶ τῶν ἄλλων ἀνθρώπων, Ἀριστογείτων διαδικασόμενος ἥκει τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ ἀληθείας καὶ δικαιοσύνης, καὶ νυνὶ μείζονα κίνδυνον τὴν ἀπόφασιν πεποιημένη βουλὴ κινδυνεύει δῶρα λαμβάνων καθʼ ὑμῶν καὶ τὴν ὑπὲρ τῶν δικαίων παρρησίαν ἀποδόμενος εἴκοσι μνῶν. 2.2τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῶ, συμβήσεται· καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον note ἐμοῦ γιγνώσκετε· τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ note κατʼ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρʼ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν. 2.3διόπερ, Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄν note τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένην note τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν. 2.4εἰ μὲν οὖν ἐγγενήσεσθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν τι ἄν τις note βούληται ἐν τῇ πόλει διαπράττεσθαι· εἰ δὲ τοὺς πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμένων, ἀποκτείνατε τοῦτον, ὃς παρʼ Ἁρπάλου λαβεῖν χρήματα ἐτόλμησεν, ὃν ᾔσθεθʼ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν, note καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατε αὐτοῦ· τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς.

2.5ἆρʼ ἴσθʼ ὅτι τῆς Ἁρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατʼ ἀκριβῆ τῶν ἕνεκʼ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, Ἀθηναῖοι, μηδʼ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλʼ ἐκκαθάρατε, καθʼ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρʼ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ note τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων. 2.6 διὰ τοὺς τοῦ κρινομένου προγόνους καὶ note τὴν αὐτοῦ μετριότητα, καὶ ὅτι ὑμᾶς πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἀγαθὰ εἴργασται, ἄξιόν ἐστιν note αὐτοῦ φείσασθαι; note τί γὰρ ἀγνοεῖτε διʼ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερʼ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται note κατʼ Ἀριστογείτονος ἀπόφασις· note 2.7ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως note παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη; note τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμφερόντων οὐκ ἴσθʼ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων.

2.8ἀλλʼ αὐτὸς κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδίᾳ καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ note ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο· 2.9αὐτὸν δὲ τοῦτον, ὅτʼ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπήχθηπολλάκις γὰρ ἴστε τοῦτο δήπου γεγενημένον —, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτοῦ, note ὥστʼ ἐκείνους ἀποψηφίσασθαι μήτε πῦρ ἐναύειν τούτῳ μήτε συσσιτεῖν μηδένα μήτε θυσιῶν τῶν γιγνομένων κοινωνεῖν; καίτοι, Ἀθηναῖοι, τίνα χρὴ τοῦτον νομίζειν ἔχειν διάνοιαν, ὃς διὰ μὲν πονηρίαν εἰς τὸ δεσμωτήριον ἐνέπεσεν, 2.10ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοις note οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖ note τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ note δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι; καὶ ταῦθʼ, ὅπερ note ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴν note ἀρχήν; 2.11ἔπειτʼ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦ note λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρʼ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστε ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας; 2.12οὐκ Ἀριστογείτων ἐστίν, Ἀθηναῖοι, κατὰ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Βραυρωνίας note καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθʼ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ, note ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημα ἐπιγεγραμμένον; οὐχ note οὗτος πρὶν ἐκτῖσαι τοῦτο, συκοφαντῶν τὸν ἐντυγχάνοντα ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμωριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμμέναι; 2.13οὐ τὸ τελευταῖον οὗτος ἐνδειχθεὶς ὑπὸ Λυκούργου, καὶ ἐξελεγχθεὶς ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ, καὶ παραδοθεὶς τοῖς ἕνδεκα κατὰ τοὺς νόμους, περιπατῶν ἔμπροσθεν τῶν δικαστηρίων note ... καὶ εἰς τὴν προεδρίαν τῶν note πρυτάνεων ἐκάθιζεν; note

2.14εἶτʼ, ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον note ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα, note φυλάξαι δʼ note οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ μὲν νόμος εὐξάμενον note κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ᾤεσθε δεῖν συγγνώμην ἔχειν, 2.15ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε note χρήσιμα πεπολιτευμένοις note· τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκεν note ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις note σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰν note καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν note δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότερα note βελτίους οὐκ ἔχετε συμβούλους καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες. 2.16χρὴ δʼ, Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν note ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην <ἐκκλησίαν> note δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων· 2.17ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντες note τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντες note τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστι note τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰ note πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ· 2.18ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι note συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δʼ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, Ἀθηναῖοι, δεῖξαι, ὥστʼ οὐδʼ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δʼ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ note τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν. 2.19ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες.

2.20διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν, Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν note καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, καὶ note ἵνα τὸ πραότατον note εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας δῆμος παραδέδωκεν note ὑμῖν τιμωρήσασθαι, 2.21οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφʼ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον, Ἀθηναῖοι, περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε τὴν ψῆφον; διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι; διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φανεῖσθε note σπουδάζοντες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες; 2.22μὴ γὰρ ἰδίους τοὺς note ἀγῶνας τούτους ὑπολάβητε εἶναι κατὰ τῶν νῦν ἀποπεφασμένων μόνων, ἀλλὰ κοινοὺς καὶ κατὰ note τῶν ἄλλων ἀνθρώπων. δωροδοκία γὰρ καὶ προδοσία κρινομένη παρʼ ὑμῖν δυοῖν θάτερον ἐκ note τοῦ λοιποῦ χρόνου ποιήσει τοὺς ἄλλους, χρήματα λαμβάνειν καθʼ ὑμῶν θαρροῦντας ὡς οὐ δώσοντας δίκην, φοβεῖσθαι τὸ λαμβάνειν ὡς τῆς τιμωρίας τοῖς ληφθεῖσιν ἀξίας γενησομένης τῶν ἀδικημάτων. 2.23οὐκ ἴσθʼ, ὅτι καὶ νῦν φόβος παρʼ ὑμῶν τοὺς ὁρμῶντας ἐπὶ τὰ καθʼ ὑμῶν note ἥκοντα χρήματα νῦν note ἀνείργει καὶ ποιεῖ πολλάκις ἀπὸ τοῦ λήμματος ἀποστρέφειν; καὶ τὸ ψήφισμα τοῦ δήμου, τὸ ζητεῖν τὴν βουλὴν περὶ τούτων τῶν χρημάτων προστάττον, note οὐδὲ τοὺς κεκομικότας τὸ χρυσίον εἰς τὴν χώραν ὁμολογεῖν πεποίηκε; 2.24καλῶς γάρ, Ἀθηναῖοι, καλῶς οἱ πρόγονοι περὶ τούτων ψηφισάμενοι στήλην εἰς ἀκρόπολιν ἀνήνεγκαν, ὅτε φασὶν Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην κομίσαι τὸ χρυσίον ἐκ Μήδων ἐπὶ διαφθορᾷ τῶν Ἑλλήνων. πρὶν γὰρ λαβεῖν τινας καὶ δοῦναι τοῦ τρόπου πεῖραν, φυγὴν τοῦ κομίσαντος τὸ χρυσίον καταγνόντες, ἐξήλασαν αὐτὸν ἐξ ἁπάσης τῆς χώρας. καὶ ταῦθʼ, ὥσπερ εἶπον, εἰς τὴν ἀκρόπολιν εἰς στήλην χαλκῆν γράψαντες ἀνέθεσαν, παράδειγμα ὑμῖν τοῖς ἐπιγιγνομένοις καθιστάντες, καὶ νομίζοντες τὸν ὁπωσοῦν χρήματα λαμβάνοντα οὐχ ὑπὲρ τῆς πόλεως ἀλλʼ ὑπὲρ τῶν διδόντων βουλεύεσθαι. 2.25καὶ μόνῳ τούτῳ προσέγραψαν τὴν αἰτίαν διʼ ἣν δῆμος ἐξέβαλεν αὐτὸν ἐκ τῆς πόλεως, γράψαντες διαρρήδην· Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην πολέμιον εἶναι τοῦ δήμου καὶ τῶν συμμάχων, αὐτὸν καὶ γένος, καὶ φεύγειν Ἀθήνας ὅτι τὸν ἐκ Μήδων χρυσὸν ἤγαγεν εἰς Πελοπόννησον. καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν αὐτῇ note τῇ πόλει δωροδοκίαν γιγνομένην; καί μοι σκοπεῖτε ταύτην τὴν στήλην.Στήλη

2.26καίτοι, Ἀθηναῖοι, τί ἂν οἴεσθʼ ἐκείνους τοὺς ἄνδρας ποιῆσαι note λαβόντας στρατηγὸν ῥήτορα πολίτην ἑαυτῶν δῶρα δεχόμενον ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν, οἳ τὸν ἀλλότριον καὶ τῷ γένει καὶ τῇ φύσει τῆς Ἑλλάδος ἄνθρωπον οὕτω δικαίως καὶ σωφρόνως ἐξήλασαν ἐκ Πελοποννήσου πάσης; note τοιγάρτοι τῆς πόλεως καὶ τῶν προγόνων ἀξίως ἐκινδύνευσαν πρὸς τὸν βάρβαρον. note



Dinarchus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Din.].
<<Din. 1 Din. 2 (English) >>Din. 3

Powered by PhiloLogic