Dinarchus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Din.].
<<Din. 2 Din. 3 (English) >>Din. 3

Κατὰ Φιλοκλέους

3.1τί χρὴ λέγειν πρὸς τῶν θεῶν περὶ τοιούτων ἀνθρώπων, note πῶς note χρήσεσθε τῇ τούτου πονηρίᾳ; ὃς οὐχ ἅπαξ ἀλλὰ τρὶς ἐξεληλεγμένος ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ὡς ὑμεῖς ἅπαντες ἴστε καὶ νῦν ἐν τῷ δήμῳ ἠκούετε, καὶ ἐψευσμένος ἁπάντων Ἀθηναίων ἐναντίον καὶ τῶν περιεστηκότων, φάσκων κωλύσειν Ἅρπαλον εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, note στρατηγὸς ὑφʼ ὑμῶν ἐπὶ τὴν Μουνιχίαν καὶ τὰ νεώρια κεχειροτονημένος, 3.2καὶ δῶρα τολμήσας λαβεῖν κατὰ πάντων ὑμῶν καὶ τῆς χώρας καὶ παίδων καὶ γυναικῶν, καὶ ἐπιωρκηκὼς ὃν ὤμοσεν ὅρκον μεταξὺ τοῦ ἕδους καὶ τῆς τραπέζης, καὶ γράψας καθʼ ἑαυτοῦ ψήφισμα, καὶ θανάτου τιμησάμενος ἐὰν εἰλήφῃ note τι τῶν χρημάτων ὧν Ἅρπαλος εἰς τὴν χώραν ἐκόμισεν, 3.3ὅμως ἐτόλμησεν εἰς τοὺς εἰδότας ὑμᾶς ἐξεληλεγμένον ἑαυτὸν ἅπασι τούτοις ἔνοχον γεγενημένον ἐλθεῖν καὶ δεῖξαι ἑαυτόν, οὐ τῷ δικαίῳ πιστεύων, Ἀθηναῖοι, noteτί γὰρ τούτῳ δικαιοσύνης μέτεστιν; — ἀλλὰ τῇ τόλμῃ καὶ note τῇ ἀναιδείᾳ, χρώμενος πρότερον μὲν ἠξίωσε καταφρονήσας ὑμῶν καὶ τῶν ἐν τῇ πόλει δικαίων τὰ χρήματα λαβεῖν, νυνὶ δὲ ἀπολογησόμενος ἥκει ὡς οὐδὲν τούτων διαπέπρακται· τοσοῦτον τῆς ὑμετέρας ῥᾳθυμίας καταπεφρόνηκε. 3.4καὶ μὲν κοινὸς τῆς πόλεως νόμος, ἐάν τις <ἑνὸς> note ἐναντίον τῶν πολιτῶν ὁμολογήσας τι παραβῇ τοῦτον ἔνοχον εἶναι κελεύει τῷ ἀδικεῖν· δὲ πάντας Ἀθηναίους ἐξηπατηκώς, καὶ προδοὺς τὴν πίστιν ἣν παρʼ ὑμῶν οὐκ ἄξιος ὢν ἔλαβε, καὶ τὸ καθʼ αὑτὸν μέρος ἅπαντʼ ἀνατετροφὼς τὰ ἐν τῇ πόλει, οὗτος ἐπὶ τὴν ἀπολογίαν ἥκειν φήσει τὴν ὑπὲρ τῆς αἰτίας τῆς εἰς αὑτὸν note γεγενημένης; 3.5ἐγὼ δέ, ἄνδρες, note εἰ δεῖ τἀληθῆ λέγεινδεῖ δέ —, οὐ note τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνης note τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, note δημεῦσαι τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην.

3.6οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτι note οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦ note πονηρίαν ἀγνοουμένην ἔχοντος. 3.7οὐκ ἀποκτενεῖτε, Ἀθηναῖοι, πάντες ὁμοθυμαδὸν τὸν εἰς τοσαύτην αἰσχύνην καὶ ἀδικίαν πολλοὺς τῶν πολιτῶν note ἐμβεβληκότα, τὸν ἀρχηγὸν γενόμενον τοῦ διαδεδομένου χρυσίου καὶ εἰς αἰτίαν καθιστάντα note πᾶσαν τὴν πόλιν; ἀλλʼ ὑπομενεῖτʼ ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς ὅτι note τὸ συνέδριον τὸ ἐν Ἀρείῳ πάγῳ ψευδεῖς πεποίηται τὰς ἀποφάσεις, καὶ ὡς αὐτὸς μὲν δίκαιος καὶ χρηστὸς καὶ ἀδωροδόκητός ἐστιν, δʼ ἐξ Ἀρείου πάγου βουλὴ ταῦτα πάντα προεῖται χάριτος λημμάτων note ἕνεκα; 3.8ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτην note τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆς note γιγνομένην τιμωρίαν; 3.9τί γὰρ τοῦτον οὐκ ἂν οἴεσθε ἀποδόσθαι τῶν ἐν τῇ πόλει σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις; τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι note διπλάσιον οὗ νῦν εἴληφε χρυσίου; οὐδὲν τι οὐκ ἂν τοιοῦτος, ἄνδρες, ποιήσειεν. 3.10ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται note καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν note πεζὴν note καὶ ναυτικὴν δύναμιν.

3.11μὴ οὖν, Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν note ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἷός ἐστιν· ἀξίως δʼ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν· 3.12ὅς, Ἀθηναῖοι, τρὶς μὲν note τετράκις ἱππαρχηκὼς ἀνδρῶν καλῶν κἀγαθῶν, πλεονάκις δʼ δεκάκις στρατηγὸς ὑφʼ ὑμῶν κεχειροτονημένος οὐκ ἄξιος ὤν, τιμώμενος καὶ ζηλούμενος διὰ τὴν πρὸς ὑμᾶς πίστιν ἀπέδοτο καὶ προέδωκε τὸ τῆς ἡμετέρας ἡγεμονίας note ἀξίωμα, καὶ εἰς τὸ αὐτὸ κατέστησεν ἑαυτὸν Ἀριστογείτονι, καὶ μισθωτὸν καὶ προδότην ἀντὶ στρατηγοῦ ἐποίησεν. 3.13ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς, note καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν note· ἐν οἷς καὶ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, οἱ πρόγονοι κατασκευάσαντες ὑμῖν note κατέλιπον. 3.14ὧν ἀναμιμνησκομένους ὑμᾶς, Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναις note· αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότες note τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸ note τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι.

3.15ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖ note καὶ παροξυνθέντας ὑφʼ ἡμῶν note ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότος note τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. καὶ note οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας, 3.16ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷς note τύχη καὶ κλῆρος ὑπὲρ τοῦ note δήμου δικάσοντας ἐπέτρεψεν, φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως ἂν note ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα. 3.17τί οὖν ἀναμενεῖτʼ, Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ Τιμοθέῳ note Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦ note τοὺς Ἕλληνας ἐλευθερώσαντος note καὶ Σάμον λαβόντι note καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι τὰς τηλικαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην, 3.18ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσα ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασα ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, ὃς οὐσίαν ἔχων πολλὴν καὶ παίδων ἀρρένων οὐκ ὄντων αὐτῷ, καὶ οὐδενὸς ἄλλου δεόμενος ὧν <ἂν> note ἄνθρωπος μέτριος δεηθείη, οὐκ ἀπέσχετο χρημάτων διδομένων κατὰ τῆς πατρίδος, οὐδʼ ἀπεκρύψατο τὴν ἔμφυτον πονηρίαν, ἀλλʼ ἀνεῖλε πᾶσαν τὴν γεγενημένην αὑτῷ πρὸς ὑμᾶς πίστιν, καὶ οἷς πρότερον ἔφη διαφέρεσθαι, πρὸς τούτους ἔταξεν αὑτόν, καὶ ἐξήλεγξεν αὑτοῦ τὴν προσποίητον καλοκαγαθίαν, ὅτι ψευδὴς ἦν. note

3.19 χρὴ λογισαμένους ὑμᾶς πάντας, note Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεως note τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδότας note ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖν note ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂν note πόλις σωθείη. 3.20μηδεμίαν οὖν δέησιν, Ἀθηναῖοι, μηδʼ ἔλεον εἰς ὑμᾶς λαμβάνοντες note αὐτούς, μηδὲ τὴν ἐξ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀποδεδειγμένην ὑμῖν κατὰ τῶν κρινομένων ἀδικίαν noteἄκυρον ποιήσαντες, βοηθήσατε κοινῇ τῇ πατρίδι καὶ τοῖς νόμοις· ταῦτα γὰρ ἀμφότερα διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν. 3.21ὑπὲρ πάσης, Ἀθηναῖοι, τῆς χώρας νῦν μέλλετε φέρειν τὴν ψῆφον, καὶ τῶν ἐν ταύτῃ κατεσκευασμένων ἱερῶν καὶ τῶν ἀρχαίων νομίμων καὶ τῆς παραδεδομένης ὑπὸ τῶν προγόνων ὑμῖν note πολιτείας, οὐχ ὑπὲρ Φιλοκλέους μόνον· οὗτος μὲν note γὰρ αὑτοῦ πάλαι θάνατον κατέγνωκε. ταῦθʼ ὑμᾶς ἱκετεύων ἐγὼ δικαιοτέραν πολὺ δέησιν δέομαι τούτων τῶν τοιαῦτα note πεπραχότων, μὴ ἐγκαταλιπεῖν ὑπὲρ ὧν οἱ πρόγονοι πολλοὺς ὑπέμειναν κινδύνους, μηδʼ εἰς ἀδοξίαν αἰσχρὰν ἀγαγεῖν τὸ τῆς πόλεως ἀξίωμα, μηδὲ ἀντικαταλλάξασθαι note τὴν πρὸς τούτους χάριν τῶν νόμων καὶ τῶν τοῦ δήμου <ψηφισμάτων> note καὶ τῶν τῆς βουλῆς ἀποφάσεων. 3.22ἀκριβῶς γὰρ ἴστε, Ἀθηναῖοι, ἀκριβῶς, ὅτι ὑμεῖς μὲν παρὰ πᾶσιν ἀνθρώποις ἐπαινεῖσθε ταῖς γεγενημέναις ζητήσεσιν ὑπὲρ τούτων τῶν χρημάτων, οἱ δʼ ἐξεληλεγμένοι κατὰ τῆς ἑαυτῶν πατρίδος δῶρα εἰληφότες πονηροὶ καὶ ἄδικοι καὶ μισόδημοι νομίζονται εἶναι, φιλεῖν ὑμᾶς φάσκοντες καὶ πράττειν ὑπὲρ τῶν τῆς πόλεως ἀγαθῶν, καὶ διʼ ὑμᾶς ἔνδοξοι γεγενημένοι. note



Dinarchus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Din.].
<<Din. 2 Din. 3 (English) >>Din. 3

Powered by PhiloLogic