Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 13.365 Hom. Od. 13.390 (English English(2)) >>Hom. Od. 13.415

13.380πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.”

τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
πόποι, μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
13.385εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
13.390καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.”

τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
13.395αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
13.400ἕσσω κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,



Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 13.365 Hom. Od. 13.390 (English English(2)) >>Hom. Od. 13.415

Powered by PhiloLogic