Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 13.430 Hom. Od. 14.1 (English English(2)) >>Hom. Od. 14.40

14.1αὐτὰρ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν, οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.

14.5τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
14.10ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
14.15πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
14.20οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
14.25ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.

ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.



Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 13.430 Hom. Od. 14.1 (English English(2)) >>Hom. Od. 14.40

Powered by PhiloLogic