Hyperides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Hyp.].
<<Hyp. 2 Hyp. 3 (English) >>Hyp. 4

3 Κατʼ Ἀθηνογένους

note αὐτήν. note εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, note καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι. καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ἄνδρες δικασταί, ῥηθήσεται note γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου note φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν. note ἐκείνη γοῦν φενακίζουσα ἅπαντα note ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ note εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα. ἴσως μὲν οὖν, ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόν note με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε note δὲ πορνοβοσκοῦσα ενοἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω note ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼ note ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ note αὐτὴν νῦν ἐννοεῖν, note προςλαβοῦσαν note συναγωνιστὴν Ἀθηνογένην, note ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον; τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ note με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει. συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν note ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ, note ἔφη, τὸ note ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς note τοῦ note Μίδου note καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ note μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ note αὐτοὶ μὴ note ἐγχειρῶσι πονηρεύεσθαι note μηδὲν διὰ τὸν φόβον. note τὸ δὲ note μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται note ῥᾳδίως. ἦν δέ, ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, note ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν. ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον note ἀνεγίγνωσκεν. note ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα. ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, note τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα. ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ note ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, “καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.” καὶ τῶν ἐράνων εἷς μὲν οὖν, ⟦Δικαιοκράτης⟧, note ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει note πάντα Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο. βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ςυλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν note ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα note δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ςυνθήκας ἀναγνώσεται· ἐξ αὐτῶν note γὰρ τῶν note γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.Συνθήκη
τὰ μὲν τοίνυν πεπραγμένα, ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον. μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ, note πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων· σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατʼ ἐμοῦ ἔθου. ἐπεὶ ἐὰν δείξῃς note προειπὼν note ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν note ἀντιλέγω σοι ἀλλʼ ὁμολογῶ ὀφείλειν. μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν note ὁμολογοῦντες note ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε. σκέψαι δέ, Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ <οἱ> note ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν note οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους, note καὶ οὐκ note ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας note ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν. note ἔτι δὲ καὶ περὶ τῶν note διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι note τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν note τις βούληται πλὴν γήρως ἕνεκεν νόσου μανιῶν γυναικὶ πειθόμενον ὑπὸ δεσμοῦ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι note διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν note ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι; καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ note ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με note δεῖ, ὃς ἔχω μεγίςτην note βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἑταίρα σου note ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε. note καὶ οὐχ ἱκανόν σοι ἦν τὰς note τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου note με ὥσπερ ὑπο noteκατειλημμένον ς οὐκ ᾔδειΜίδαν αδσθέντα αλ note ςεἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα note δʼ ἔχων ἐν τρισὶ note μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δʼ ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται. δὲ τοιοῦτος αὐτοῦ note λόγος, ἄνδρες δικαςταί, οὐκ ἀπολόγημά note ἐστιν, ἀλλʼ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα note τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδʼ note εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δʼ οὐκ note ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔδεις, Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰτὰ χρέα ὄντα ἱκανὸννο. οὐ μὲν δὴ ἐγὼτῷ λόγωι σοῦ τούτῳ ος καὶ οὐκ εἰλνος καὶ τωτουτονὶ τὸν τρόπον. note εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι note πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὕστερος πριάμενος πάλαι κεκτημένος ὅτʼ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δʼ ἄρʼ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδʼ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλʼ δημοτικώτατος Σόλων· ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα note διαλύειν τὸν δεσπότην παρʼ ἂν ἐργάςωνται note οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν note πράξῃ ἐργασίαν εὕρῃ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων note διαλέγῃ. καὶ μὲν Σόλων οὐδʼ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου note οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ note τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν note πάντων note τῶν νόμων. καὶ πρὸς τούτοις, ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡςεθελδωρεὰν note κετὸν δὲ Μίδαν κελεύςας note ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥςπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν. τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι· φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι note αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν. note ἤδη δʼ ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν, τριῶν ὄντων, τὸ ἀργύριον, note προςελθὼν Ἀθηνογένης πρός τινας note τῶν φίλων τῶν ἐμῶντί βούλεται,” ἔφη, “ἐπικρατὴς note πράγματα ἔχειν ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαι noteτὴν μὲν συκοφαντίανἐποιεῖτο τῷ δὲ λἀδικημάτων καἐπίστευσα ὡς ετὸν μὲν παῖδα διν οὐκ ἤθελον οὖν τετταράκοντα μνᾶςπέντε τάλαντα note note note οὔτε μυροπώλης note εἰμὶ οὔτʼ ἄλλην τέχνην ἐργάζομαι, ἀλλʼ ἅπερ πατήρ μοι ἔδωκεν χωρίαταῦτα note γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐςτιν, Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης note ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, σε καὶ τὴν note ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι; note ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. διόπερ, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτʼ ἀπατηθῆναι note καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα note Ἀθηνογένει δὲ .. note note note ενεπάντα note ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ note · καὶ τὸν μὲν Μίδαν τὸν τολξαι, note ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτονλαβεῖν, note τοῦ δὲ παιδὸς ὃν τότε προῖκά μοί φησιν note διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλʼ ὥστε ὑφʼ ὑμῶν τῇ ψήφῳ ἐλεύθερον ἀφίεσθαι. note αὐτὸς note μέντοι οὐκ ἀξιῶ πρὸς τοῖς ἄλλοις καὶ ἀτιμωθῆναι note ὑπʼ Ἀθηνογένους. καὶ γὰρ ἂν note δεινὸν συμβαίνοι μοι, ἄνδρες δικαςταί, note εἰ μοςειςον ἥμαρτονδικμία δὲ κουιοἠδίκηκενθεἀδικήσανττιμήματι δπται πολιτνος ἐνίοτε note note ώτατοι τῶν μετοίκων ἀφυλάκτως ἔρχεσθαι. note ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε note τὴν πόλιν, καὶ μεθʼ ὑμῶν μὲν οὐ συνεστρατεύςατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτʼ ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι note ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς. note καὶ τὰς θυγατέρας ἐν note τῇ παρʼ ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψας noteἐξέδωκενως note πάλιν ηἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν. ταῦτα note γὰρ ὑμῖνασιν οἱ χρηςοὗτοι ποιτῇ εἰρήνῃ χρπωἐν τοῖς κινδύνοιςπμὲν ἐν Πλαταιαῖςδήσαντες οἈθηνογένης πχειννωτουθ note note τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβὰς ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐμὲ note ἐφρόντιζεν· ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπʼ ἐκείνου καταςταθεὶς ἄρχων, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν· ἐνθάδε γὰρ φεύγουσιν. καὶ ὑμεῖς μέν, ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον διʼ ἐτῶν πλειόνων note πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περιςωθῆναι note ὑφʼ ὑμῶν. οὗτος δὲ μιαρός, ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον note ἀλλʼ οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν note ἐχρήσατο ὥστε μετατο ἐν τῇ ἐκκλησίᾳκατὰ τοῦτο note ραν δεδιὼςιν κατέφυγεν. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃς οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων note ψήφισμα ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ, note διʼ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι.Νόμος
Μαρτυρία
Ψήφισμα
λαβὲ δή μοι note καὶ τὴν τοῦ κηδεστοῦ αὐτοῦ μαρτυρίαν noteμεν ουσιαι λατπακαταλειφθέντααδἑξῆς πάλιν ωαπτὴν Ἀντιγόνανεμαρτυρ note note πραχθέντα note καὶ ὃν τρόπον ἐπιβεβούλευκέν note μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖν προσενήνεκται. note τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν καὶ τῆς πόλεως note τὴν σωτηρίαν ἀπελπίσαντα καὶ ὑμᾶς note ἐγκαταλιπόντα, καὶ παρʼ οὓς ἐξῴκησεν ἀναστάτους ποιήσαντα, τοῦτον note ὑμεῖς συνειληφότες note οὐ κολάσετε; καὶ ἐγώ, ἄνδρες δικασταί, δέομαι ὑμῶν καὶ ἀντιβολῶ ἐλεῆσαί note με, ἐκεῖνο σκεψαμένους, ὅτι προσήκει ἐν ταύτῃ τῇ δίκῃιν ἐλεεῖν οὐ τὸν φἐὰν ἁλῷ οὐδὲν πάσχεινδε τοττι παλδʼ ἂν ἀποφύγῃ note μεἀπολοῦμαι. note οὐ γὰρ ἂν δυναίμηνψ ν οὐδὲ πολλοστὸν μέροςαναιαχ ἄνδρες δικασταί,ς ἐξαὐτῶν τ note In extrema duodecima columnaαντησολεκεν ἄλλοιςταῦτα πέπονθεν των ἀναλωμάτων λωμάτωναλυσιτὀφείλουςι ποτε ἀπέλυσεν ἄνδρες δικαςταί, οὐδεὶς ὑμῶντουκατα



Hyperides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Hyp.].
<<Hyp. 2 Hyp. 3 (English) >>Hyp. 4

Powered by PhiloLogic