Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 1 Isae. 1 (English) >>Isae. 2

1 Περὶ τοῦ Κλεωνύμου κλήρου

1.hypothesisἀδελφιδοῖ Κλεωνύμου τελευτήσαντος ἐπὶ τὸν κλῆρον ἔρχονται κατὰ γένος, τὰς διαθήκας, ἃς παρέχονται εἰς αὑτοὺς note οἱ περὶ Φερένικον καὶ Σίμωνα καὶ Ποσείδιππον, γράψαι, ὡς ἀληθὲς ἦν, καὶ θεῖναι παρὰ τοῖς ἄρχουσιν ὁμολογοῦντες Κλεώνυμον κατὰ τὴν πρὸς Δεινίαν τὸν ἐπίτροπον αὐτῶν ὀργήν, ὕστερον δὲ ἐπιχειρήσαντα λῦσαι καὶ μεταπεμψάμενον τὸν ἀστυνόμον ἐξαίφνης <ἀποθανεῖν> note · καὶ Πολύαρχον δὲ τὸν πάππον αὐτῶν, Κλεωνύμου δὲ πατέρα, προστάξαι, εἴ τι πάσχοι Κλεώνυμος, δοῦναι αὐτοῖς τὰ ὑπάρχοντα. στάσις ὅρος διπλοῦς κατὰ ἀμφισβήτησιν· οἱ μὲν γὰρ ἄλλοι ταῖς γενομέναις ἐξ ἀρχῆς διαθήκαις διισχυρίζονται, οἱ δέ, λέγοντες. φησὶν ὅτι μετεκαλέσατο note τὸν ἄρχοντα, ἵνα λύσῃ αὐτάς, τοῖς note τελευταῖον παρὰ τοῦ Κλεωνύμου γενομένοις.

1.1πολλὴ μὲν μεταβολή μοι γέγονεν, ἄνδρες, τελευτήσαντος Κλεωνύμου. ἐκεῖνος γὰρ ζῶν μὲν ἡμῖν κατέλιπε τὴν οὐσίαν, ἀποθανὼν δὲ κινδυνεύειν περὶ αὐτῆς πεποίηκε. καὶ τότε μὲν οὕτως ὑπʼ αὐτοῦ σωφρόνως ἐπαιδευόμεθα, ὥστʼ οὐδʼ ἀκροασόμενοι οὐδέποτʼ ἤλθομεν ἐπὶ δικαστήριον, νῦν δὲ ἀγωνιούμενοι περὶ πάντων ἥκομεν τῶν ὑπαρχόντων· οὐ γὰρ τῶν Κλεωνύμου μόνον ἀμφισβητοῦσιν ἀλλὰ καὶ τῶν πατρῴων, ὀφείλειν ἐπὶ τούτοις <ἡμᾶς> note ἐκείνῳ φάσκοντες ἀργύριον. 1.2καὶ οἱ μὲν οἰκεῖοι καὶ οἱ προσήκοντες ἐπὶ τούτοις οἱ τούτων ἀξιοῦσιν ἡμᾶς καὶ τῶν ὁμολογουμένων, ὧν Κλεώνυμος κατέλιπεν, αὐτοῖς τούτων ἰσομοιρῆσαι· οὗτοι δὲ εἰς τοῦτο ἥκουσιν ἀναισχυντίας, ὥστε καὶ τὰ πατρῷα προσαφελέσθαι ζητοῦσιν ἡμᾶς, οὐκ ἀγνοοῦντες, ἄνδρες, τὸ δίκαιον, ἀλλὰ πολλὴν ἡμῶν ἐρημίαν καταγνόντες.

1.3σκέψασθε γὰρ οἷς ἑκάτεροι πιστεύοντες ὡς ὑμᾶς εἰσεληλύθαμεν· οὗτοι μὲν διαθήκαις ἰσχυριζόμενοι τοιαύταις, ἃς ἐκεῖνος διέθετο note μὲν οὐχ ἡμῖν ἐγκαλῶν ἀλλʼ ὀργισθεὶς τῶν οἰκείων τινὶ τῶν ἡμετέρων, ἔλυσε δὲ πρὸ τοῦ θανάτου, πέμψας Ποσείδιππον ἐπὶ τὴν ἀρχήν· 1.4ἡμεῖς δὲ γένει μὲν ἐγγυτάτω προσήκοντες, χρώμενοι δὲ ἐκείνῳ πάντων οἰκειότατα, δεδωκότων δʼ ἡμῖν καὶ τῶν νόμων κατὰ τὴν ἀγχιστείαν καὶ αὐτοῦ τοῦ Κλεωνύμου διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν αὐτῷ, ἔτι δὲ Πολυάρχου, τοῦ πατρὸς <τοῦ> note Κλεωνύμου, πάππου δʼ ἡμετέρου, προστάξαντος, εἴ τι πάθοι Κλεώνυμος ἄπαις, ἡμῖν δοῦναι τὰ αὑτοῦ. 1.5τοσούτων τοίνυν ἡμῖν ὑπαρχόντων οὗτοι, καὶ συγγενεῖς ὄντες καὶ οὐδὲν δίκαιον εἰπεῖν ἔχοντες, οὐκ αἰσχύνονται καταστήσαντες ἡμᾶς εἰς ἀγῶνα περὶ τούτων, περὶ ὧν αἰσχρὸν ἦν ἀμφισβητῆσαι καὶ τοῖς μηδὲν προσήκουσιν. 1.6οὐχ ὁμοίως δέ μοι δοκοῦμεν, ἄνδρες, διακεῖσθαι πρὸς ἀλλήλους. ἐγὼ μὲν γὰρ οὐχ ὅτι ἀδίκως κινδυνεύω, τοῦθʼ ἡγοῦμαι μέγιστον εἶναι τῶν παρόντων κακῶν, ἀλλʼ ὅτι ἀγωνίζομαι πρὸς οἰκείους, οὓς οὐδʼ ἀμύνεσθαι καλῶς ἔχει· οὐ γὰρ ἂν ἐλάττω συμφορὰν ἡγησαίμην note κακῶς ποιεῖν τούτους ἀμυνόμενος, οἰκείους ὄντας, κακῶς παθεῖν ἐξ ἀρχῆς ὑπὸ τούτων. 1.7οὗτοι δʼ οὐ τοιαύτην ἔχουσι τὴν γνώμην, ἀλλʼ ἥκουσιν ἐφʼ ἡμᾶς καὶ τοὺς φίλους παρακαλέσαντες καὶ ῥήτορας παρασκευασάμενοι καὶ οὐδὲν ἀπολείποντες τῆς αὑτῶν δυνάμεως, ὥσπερ, ἄνδρες, ἐχθροὺς τιμωρησόμενοι, καὶ οὐκ ἀναγκαίους καὶ συγγενεῖς κακῶς note ποιήσοντες. 1.8τὴν μὲν οὖν τούτων ἀναισχυντίαν καὶ τὴν αἰσχροκέρδειαν ἔτι μᾶλλον γνώσεσθε, ἐπειδὰν πάντων ἀκούσητε· ὅθεν δʼ οἶμαι τάχιστʼ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διδάσκειν.

1.9Δεινίας γὰρ τοῦ πατρὸς ἀδελφὸς ἐπετρόπευσεν ἡμᾶς, θεῖος ὢν ὀρφανοὺς ὄντας. Κλεωνύμῳ note δʼ οὗτος, ἄνδρες, διάφορος ὢν ἔτυχεν. ὁπότερος μὲν οὖν αὐτῶν ἦν τῆς διαφορᾶς αἴτιος, ἴσως οὐκ ἐμὸν ἔργον ἐστὶ κατηγορεῖν· πλὴν τοσοῦτόν γε ἂν δικαίως αὐτοῖς ἀμφοτέροις μεμψαίμην, ὅτι καὶ φίλοι τέως ὄντες καὶ προφάσεως οὐδεμιᾶς γενομένης ἐκ λόγων τινῶν οὕτως εἰκῇ πρὸς ἀλλήλους ἔχθραν ἀνείλοντο. 1.10τότε note γοῦν ἐκ ταύτης τῆς ὀργῆς Κλεώνυμος ταύτας ποιεῖται τὰς διαθήκας, οὐχ ἡμῖν ἐγκαλῶν, ὡς ὕστερον <ἐσώθη> note ἔλεγεν, ὁρῶν δὲ ἡμᾶς ἐπιτροπευομένους ὑπὸ Δεινίου, καὶ δεδιὼς μὴ τελευτήσειεν αὐτὸς ἔτι παῖδας ἡμᾶς καταλιπὼν καὶ τῆς οὐσίας ἡμετέρας οὔσης γένοιτο κύριος Δεινίας· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸν ἔχθιστον τῶν οἰκείων ἐπίτροπον καὶ κύριον τῶν αὑτοῦ καταλιπεῖν, καὶ ποιεῖν αὑτῷ τὰ νομιζόμενα τοῦτον, ἕως ἡμεῖς ἡβήσαιμεν, ζῶν διάφορος ἦν· 1.11ταῦτα διανοηθεὶς ἐκεῖνος, εἴτʼ ὀρθῶς εἴτε μή, τὰς διαθήκας ταύτας διέθετο. καὶ εὐθὺς ἐρωτῶντος τοῦ Δεινίου παραχρῆμα εἴ τι ἡμῖν τῷ πατρὶ ἐγκαλεῖ τῷ ἡμετέρῳ, ἀπεκρίνατο πάντων τῶν πολιτῶν ἐναντίον ὅτι οὐδὲν πονηρὸν ἐγκαλεῖ, καὶ ἐμαρτύρησεν ὡς ὀργιζόμενος ἐκείνῳ καὶ οὐκ ὀρθῶς βουλευόμενος ταῦτα διέθετο. πῶς γὰρ ἂν εὖ φρονῶν, ἄνδρες, κακῶς ποιεῖν ἡμᾶς ἐβουλήθη, τοὺς μηδὲν αὐτὸν ἠδικηκότας; 1.12ὕστερον δὲ τούτων, μέγιστον ἡμῖν τεκμήριον ὅτι οὐδὲ ταῦτα ἔπραξεν ἡμᾶς βλάπτειν βουλόμενος· τελευτήσαντος γὰρ Δεινίου καὶ τῶν πραγμάτων ἡμῖν πονηρῶς ἐχόντων οὐδὲ περιεῖδεν ἡμᾶς οὐδενὸς ἐνδεεῖς ὄντας, ἀλλʼ αὐτοὺς μὲν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ κομισάμενος ἐπαίδευε, τὴν δʼ οὐσίαν ἀφελέσθαι τῶν χρήστων ἐπιβουλευσάντων ἔσωσεν ἡμῖν, ἐπεμελεῖτό τε ὁμοίως τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων. 1.13καίτοι χρὴ θεωρεῖν αὐτοῦ τὴν ἔννοιαν ἐκ τούτων τῶν ἔργων μᾶλλον ἐκ τῶν διαθηκῶν, καὶ τεκμηρίοις χρῆσθαι μὴ τοῖς μετʼ ὀργῆς πραχθεῖσιν, ἐν οἷς ἅπαντες πεφύκαμεν ἁμαρτάνειν, ἀλλʼ ἀφʼ ὧν ὕστερον φανερὰν τὴν αὑτοῦ ἔννοιαν ἐποίησεν. ἔτι γὰρ μᾶλλον ἐν τοῖς τελευταίοις ἐδήλωσεν ὡς εἶχε πρὸς ἡμᾶς. 1.14ἤδη γὰρ ἀσθενῶν ταύτην τὴν νόσον ἐξ ἧς ἐτελεύτησεν, ἐβουλήθη ταύτας τὰς διαθήκας ἀνελεῖν καὶ προσέταξε Ποσειδίππῳ τὴν ἀρχὴν εἰσαγαγεῖν. δὲ οὐ μόνον οὐκ εἰσήγαγεν, ἀλλὰ καὶ τὸν ἐλθόντα τῶν ἀρχόντων ἐπὶ τὴν θύραν ἀπέπεμψεν. note ὀργισθεὶς δὲ τούτῳ Κλεώνυμος πάλιν ἐς τὴν ὑστεραίαν Διοκλεῖ καλέσαι τοὺς ἄρχοντας προσέταξε, καὶ οὐχ οὕτως ὡς ἀσθενῶν διακείμενος· ἀλλʼ ἔτι πολλῶν οὐσῶν ἐλπίδων, ἐξαπίνης τῆς νυκτὸς ταύτης ἀπέθανεν.

1.15πρῶτον μὲν οὖν ὑμῖν παρέξομαι μάρτυρας ὡς οὐχ ἡμῖν ἐγκαλῶν ἀλλὰ Δεινίᾳ πολεμῶν ταύτας τὰς διαθήκας διέθετο, ἔπειτα ὡς ἐκείνου τελευτήσαντος ἐπεμελεῖτο τε τῶν ἡμετέρων ἁπάντων, καὶ αὐτοὺς note ἐπαίδευεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ κομισάμενος, πρὸς δὲ τούτοις ὡς Ποσείδιππον ἔπεμψεν ἐπὶ τὸν ἀστυνόμον, οὗτος δʼ οὐ μόνον αὐτὸς οὐκ εἰσεκάλεσεν, ἀλλὰ καὶ ἐλθόντα ἐπὶ τὴν θύραν ἀρχονίδην ἀπέπεμψεν. 1.16ὡς οὖν ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.Μάρτυρες

ἔτι τοίνυν ὡς οἱ τούτων φίλοι καὶ Κηφίσανδρος ἠξίουν νείμασθαι τὴν οὐσίαν καὶ τὸ τρίτον μέρος ἡμᾶς ἔχειν ἁπάντων τῶν Κλεωνύμου, καὶ τούτων μοι κάλει μάρτυρας.Μάρτυρες

1.17ἡγοῦμαι μὲν τοίνυν, ἄνδρες, πᾶσι τοῖς τῶν κλήρων ἀμφισβητοῦσιν, ὅταν ἀποφήνωσι σφᾶς αὐτοὺς ὥσπερ ἡμεῖς καὶ τῷ γένει προτέρους ὄντας καὶ τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, περίεργον εἶναι τοὺς ἄλλους λόγους λέγειν· ἐπειδὴ δὲ τούτων οὐδέτερον ἔχοντες οὗτοι note τολμῶσι τῶν οὐ προσηκόντων ἀμφισβητεῖν καὶ ψευδεῖς παρασκευάζονται λόγους, βούλομαι βραχέα καὶ περὶ τούτων αὐτῶν εἰπεῖν. 1.18ἰσχυρίζονται γὰρ ταῖς διαθήκαις, λέγοντες ὡς Κλεώνυμος μετεπέμπετο τὴν ἀρχὴν οὐ λῦσαι βουλόμενος αὐτὰς ἀλλʼ ἐπανορθῶσαι καὶ βεβαιῶσαι σφίσιν αὐτοῖς τὴν δωρεάν. ὑμεῖς δὲ σκοπεῖσθε τὰς διαθήκας τὰς μετʼ ὀργῆς γενομένας πότερα εἰκός ἐστι βουληθῆναι Κλεώνυμον ἀνελεῖν, ἐπειδὴ πρὸς ἡμᾶς οἰκείως ἔσχεν, σκοπεῖν ὅπως ἔτι βεβαιότερον ἡμᾶς ἀποστερήσει note τῶν αὑτοῦ. 1.19τοῖς μὲν γὰρ ἄλλοις κἀκείνων ὧν ἂν ὀργισθέντες τοὺς οἰκείους ἀδικήσωσιν ὕστερον μεταμέλει· οὗτοι δὲ ἐκεῖνον ἀποφαίνουσιν, ἐν πρὸς ἡμᾶς οἰκειότατα διέκειτο, μᾶλλον βεβαιοῦν τὴν διαθήκην βουλόμενον, ἣν ὀργιζόμενος ἐποιήσατο. ὥστʼ εἰ καὶ ἡμεῖς ὁμολογήσαιμεν note ταῦτα καὶ ὑμεῖς αὐτοὶ πιστεύσαιτε, note ἐνθυμεῖσθε ὅτι παράνοιαν αὐτοῦ τὴν μεγίστην οὗτοι κατηγοροῦσι. 1.20τίς γὰρ ἂν γένοιτο ταύτης μανία μείζων, τότε μὲν ὅτε Δεινίᾳ διάφορος ὢν ἔτυχεν, ἡμᾶς κακῶς ποιεῖν τε καὶ διατίθεσθαι τοιαύτας διαθήκας, ἐξ ὧν οὐκ ἐκεῖνον ἐτιμωρεῖτο ἀλλὰ τοὺς οἰκειοτάτους ἠδίκει· νυνὶ δὲ χρώμενος ἡμῖν καὶ περὶ πλείστου ποιούμενος ἁπάντων, μόνους ἐβουλήθη τοὺς ἀδελφιδοῦς, ὡς οὗτοί φασιν, ἀκλήρους ποιῆσαι τῶν ἑαυτοῦ. καὶ τίς ἂν εὖ φρονῶν, ἄνδρες, τοιαῦτα περὶ τῶν αὑτοῦ βουλεύσαιτο; 1.21ὥστʼ ἐκ τούτων τῶν λόγων ῥᾳδίαν ὑμῖν note τὴν διάγνωσιν πεποιήκασι περὶ αὑτῶν. εἰ μὲν γὰρ ἀνελεῖν τὰς διαθήκας βουλόμενος μετεπέμπετο τὴν ἀρχήν, ὥσπερ ἡμεῖς φαμεν, οὐδεὶς ἔνεστι τούτοις λόγος· εἰ δʼ οὕτω παραφρονῶν ἔτυχεν ὥσθʼ ἡμᾶς ἀεὶ περὶ ἐλαχίστου ποιεῖσθαι, τοὺς γένει πρωτεύοντας καὶ χρωμένους αὐτῷ πάντων οἰκειότατα, δικαίως ἂν δήπου τὰς τοιαύτας διαθήκας ἀκύρους ποιήσαιτε.

1.22ἔτι τοίνυν ἐνθυμεῖσθε ὅτι φάσκοντες καλεῖν τὴν ἀρχὴν Κλεώνυμον, ἵνα βεβαιώσῃ τὴν αὑτῶν δωρεάν, προσταχθὲν αὐτοῖς οὐκ ἐτόλμησαν εἰσαγαγεῖν, ἀλλὰ καὶ τὸν ἐλθόντα τῶν ἀρχόντων ἐπὶ τὴν θύραν ἀπέπεμψαν. καὶ δυοῖν τοῖν ἐναντιωτάτοιν θάτερα μέλλοντες, τὴν οὐσίαν ἕξειν βεβαιοτέραν ἐκείνῳ note μὴ ποιήσαντες ἀπεχθήσεσθαι, τὴν ἀπέχθειαν εἵλοντο μᾶλλον ταύτης τῆς δωρεᾶς. καίτοι πῶς ἂν ἕτερα τούτων γένοιτο ἀπιστότερα; 1.23τοὺς μὲν τηλικαῦτα μέλλοντας ἐκ τοῦ πράγματος κερδαίνειν, ὥσπερ ζημιωθησομένους, φυλάξασθαι τὴν διακονίαν, Κλεώνυμον δʼ ὑπὲρ τῆς τούτων ὠφελείας τοσαύτην ποιήσασθαι σπουδὴν ὥστε Ποσειδίππῳ μέν, ὅτι κατημέλησεν, ὀργισθῆναι, Διοκλέους δὲ ταὐτὰ note πάλιν ἐς τὴν ὑστεραίαν δεηθῆναι;

1.24εἰ γὰρ δή, ἄνδρες, ὡς οὗτοί φασιν, ἐν ταῖς νῦν γεγραμμέναις διαθήκαις ἔδωκεν αὐτοῖς τὴν οὐσίαν, καὶ τοῦτʼ ἄξιον εἶναί μοι δοκεῖ θαυμάζειν, τί ποτε ἐπανορθώσας κυριωτέρας αὐτὰς ἡγεῖτʼ note ἂν ποιῆσαι· τοῖς γὰρ ἄλλοις οὗτος ὅρος ἐστίν, ἄνδρες, τῶν δωρεῶν. 1.25ἔτι δὲ καὶ εἴ τι προσγράψαι τούτοις ἐβούλετο, διὰ τί οὐκ ἐν ἑτέρῳ γράψας αὐτὰ γραμματείῳ κατέλιπεν, ἐπειδὴ τὰ γράμματα παρὰ τῶν ἀρχόντων οὐκ ἐδυνήθη λαβεῖν; ἀνελεῖν μὲν γάρ, note ἄνδρες, οὐχ οἷός τʼ ἦν ἄλλο γραμματεῖον τὸ παρὰ τῇ ἀρχῇ κείμενον· γράψαι δʼ ἐξῆν εἰς ἕτερον εἴ τι ἐβούλετο, καὶ μηδὲ τοῦθʼ ἡμῖν ἀμφισβητήσιμον ἐᾶν. 1.26εἰ τοίνυν καὶ τοῦτο συγχωρήσαιμεν, ὡς ἐκεῖνος ἐπανορθῶσαι τὰς διαθήκας ἐβούλετο, πᾶσι δήπου φανερὸν ὑμῖν note ἐστιν ὅτι οὐκ ὀρθῶς αὐτὰς ἔχειν ἡγεῖτο. καίτοι σκοπεῖτε καὶ ἐντεῦθεν τὴν ἀναισχυντίαν αὐτῶν, οἵτινες ταύτας τὰς διαθήκας ἀξιοῦσιν εἶναι κυρίας, ἃς ὁμολογοῦσι μηδʼ αὐτὸν τὸν διαθέμενον ταῦτα ὀρθῶς ἔχειν ἡγεῖσθαι, καὶ πείθουσιν ὑμᾶς ἐναντία καὶ τοῖς νόμοις καὶ τῷ δικαίῳ καὶ τῇ τοῦ τετελευτηκότος γνώμῃ ψηφίσασθαι. 1.27ἔτι τοίνυν τούτων ἁπάντων ἀναιδέστατος τῶν λόγων ἐστίν, ὅταν τολμῶσι λέγειν ὡς Κλεώνυμος οὐδὲν ἡμᾶς τῶν αὑτοῦ λαβεῖν ἐβούλετο. καίτοι, ἄνδρες, τίνας ἂν ἄλλους ταῦτα ἔχειν ἐβουλήθη μᾶλλον τούτους, οὓς καὶ ζῶν ἐκ τῶν αὑτοῦ πλεῖστα τῶν οἰκείων ὠφέλει; 1.28πάντων δʼ ἂν εἴη θαυμασιώτατον, εἰ Κηφίσανδρος μὲν τούτων οἰκεῖος δίκαιον ἡγεῖτο εἶναι μέρος ἕκαστον ἡμῶν ἔχειν τῆς οὐσίας, Κλεώνυμος δʼ ὃς ἦν ἡμῖν οἰκειότατος note καὶ ἡμᾶς εἰς τὴν οἰκίαν τὴν αὑτοῦ λαβὼν ἐθεράπευε καὶ ἐπεμελεῖτο τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων, οὗτος μόνος ἐβούλετο ἡμᾶς ἀκλήρους εἶναι τῶν αὑτοῦ. 1.29καὶ τίς ἂν ὑμῶν πιστεύσειεν εὐνουστέρους καὶ μετριωτέρους τοὺς ἀντιδίκους ἡμῖν εἶναι τῶν οἰκειοτάτων; κἀκεῖνον μέν, καὶ ἀναγκαῖον εὖ ποιεῖν ἡμᾶς καὶ αἰσχρὸν ἡμῶν ἀμελῆσαι, μηδὲν τῶν αὑτοῦ ἡμῖν δοῦναι· τούτους δέ, οἷς οὔτʼ ἀνάγκη ἐστὶν οὔτʼ αἰσχύνην οὐδεμίαν φέρει, τῶν οὐ προσηκόντων, ὥς φασιν, ἡμῖν μεταδιδόναι; ἀλλὰ ταῦτα μέν, ἄνδρες, πολλὴν ἀπιστίαν ἔχει.

1.30ἔπειτα, εἰ μὲν καὶ νῦν οὕτω πρὸς ἀμφοτέρους ἡμᾶς ἔχων ἐτελεύτησεν, ὥσπερ ὅτε τὰς διαθήκας ταύτας ἐποιήσατο, εἰκότως ἄν τις ὑμῶν πιστεύσειε note τοῖς λόγοις τοῖς τουτωνί· νυνὶ δὲ πᾶν τοὐναντίον εὑρήσετε. τότε μὲν γὰρ ἔτυχε Δεινίᾳ, ὃς ἡμᾶς ἐπετρόπευε, διάφορος ὢν ἡμῖν τε οὔπω note χρώμενος τούτοις τε ἅπασιν ἐπιτηδείως διακείμενος· νῦν δὲ τούτων μέν τισι διάφορος ἐγένετο, ἡμῖν δὲ πάντων ἐχρῆτο οἰκειότατα. 1.31καὶ ἐξ ὧν μὲν αὐτῷ πρὸς τούτους ἐγένετο διαφορά, περίεργόν ἐστι λέγειν· σημεῖα δʼ ὑμῖν note ἐρῶ μεγάλα, περὶ ὧν καὶ μάρτυρας ἕξω παρασχέσθαι. πρῶτον μὲν γὰρ θύων τῷ Διονύσῳ, καὶ τοὺς οἰκείους ἅπαντας καλέσας καὶ τῶν ἄλλων πολιτῶν πολλούς, Φερένικον οὐδαμοῦ παρεστήσατο. ἔπειτα μικρὸν πρὶν τελευτῆσαι βαδίζων εἰς Πάνορμον μετὰ Σίμωνος, καὶ συντυχὼν αὐτῷ, προσειπεῖν οὐκ ἐτόλμησεν. 1.32ἔτι δὲ πρὸς τούτοις πυνθανομένου τὴν διαφορὰν τοῦ Σίμωνος τήν τʼ ἔχθραν διηγήσατο, καὶ προσηπείλησεν ὅτι δηλώσειέ note ποτʼ ἂν τούτῳ ὡς διάκειται πρὸς αὐτόν. καὶ ὡς ἀληθῆ λέγω, κάλει μάρτυρας.<Μάρτυρες>

1.33οἴεσθε οὖν, ἄνδρες, τὸν οὑτωσὶ πρὸς ἑκατέρους ἡμᾶς διακείμενον ἡμῖν μέν, οἷς οἰκειότατα ἐχρῆτο, οὕτω ποιεῖν ὅπως μηδὲ λόγον ὑπολείψει, note τούτοις δέ, ὧν τισι καὶ διάφορος ἦν, σκοπεῖν ὅπως ἅπασαν βεβαιώσει τὴν οὐσίαν; καὶ τούτους μὲν νῦν περὶ πλείονος ποιεῖσθαι ταύτης ὑπούσης τῆς ἔχθρας, ἡμᾶς δὲ τοσαύτης οἰκειότητος καὶ φιλίας γενομένης πειρᾶσθαι μᾶλλον κακῶς ποιεῖν; 1.34ἀλλʼ ἔγωγε, εἰ κατηγορεῖν ἐβούλοντο τῶν διαθηκῶν τοῦ τετελευτηκότος, οὐκ οἶδʼ τι ἂν ἄλλο πρὸς ὑμᾶς εἶπον, οἵ γε τὰς διαθήκας μὲν ἀποφαίνουσιν οὔτʼ ὀρθῶς ἐχούσας οὔτʼ ἀρεσκούσας τῷ διαθεμένῳ, τοῦ δὲ τοσαύτην μανίαν κατηγοροῦσιν, ὥστε φασὶν αὐτὸν note περὶ πλείονος ποιεῖσθαι τοὺς αὑτῷ διαφερομένους τοὺς οἰκείως χρωμένους, καὶ οἷς μὲν ζῶν οὐδὲ note διελέγετο ἅπασαν δοῦναι τὴν οὐσίαν, τοὺς δʼ οἰκειότατα κεχρημένους note οὐδὲ πολλοστοῦ μέρους ἀξιῶσαι. ὥστε τίς ἂν ὑμῶν ταύτας εἶναι κυρίας τὰς διαθήκας ψηφίσαιτο, 1.35ἃς μὲν διαθέμενος ὡς οὐκ ὀρθῶς ἐχούσας ἀπεδοκίμασεν, οὗτοι δʼ ἔργῳ λύουσιν ἐθέλοντες ἡμῖν ἰσομοιρῆσαι τῆς οὐσίας, πρὸς δὲ τούτοις ἡμεῖς ὑμῖν ἀποφαίνομεν ἐναντίας οὔσας καὶ τῷ νόμῳ καὶ τοῖς δικαίοις καὶ τῇ τοῦ τετελευτηκότος διανοίᾳ;

1.36οἶμαι δʼ ὑμᾶς τὸ περὶ ἡμῶν δίκαιον σαφέστατʼ ἂν παρʼ αὐτῶν τούτων πυνθάνεσθαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο διὰ τί ἀξιοῦσι κληρονόμοι γενέσθαι τῶν Κλεωνύμου, τοῦτʼ ἂν εἰπεῖν ἔχοιεν, ὅτι καὶ γένει ποθὲν προσήκουσι καὶ ἐκεῖνος αὐτοῖς χρόνον τινὰ ἐπιτηδείως διέκειτο. οὐκ ἂν note ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες; 1.37εἴ τε γὰρ διὰ τὴν τοῦ γένους ἀγχιστείαν δεῖ γενέσθαι τινὰς κληρονόμους, ἡμεῖς ἐγγυτέρω γένει προσήκομεν· εἴ τε διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν, ἴσασιν αὐτὸν ἅπαντες ἡμῖν οἰκειότερον διακείμενον. ὥστʼ οὐ χρὴ παρʼ ἡμῶν, ἀλλὰ καὶ παρʼ αὐτῶν τούτων πυνθάνεσθαι τὸ δίκαιον. 1.38πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῖς μὲν ἄλλοις ψηφίζοισθε, ὅταν θάτερα note τούτων ἀποφαίνωσι σφᾶς αὐτούς, γένει προτέρους ὄντας τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, ἡμᾶς δʼ οἷς ἐστιν ἀμφότερα ταῦτα παρὰ πάντων ὁμολογούμενα, ἀξιώσετε μόνους ἀκλήρους ποιῆσαι τῶν ἐκείνου.

1.39καὶ εἰ μὲν Πολύαρχος note πατὴρ Κλεωνύμου, πάππος δʼ ἡμέτερος, ζῶν ἐτύγχανε καὶ τῶν ἐπιτηδείων ἐνδεὴς ὤν, Κλεώνυμος ἐτελεύτησε θυγατέρας ἀπορουμένας καταλιπών, ἡμεῖς ἂν διὰ τὴν ἀγχιστείαν καὶ τὸν πάππον γηροτροφεῖν ἠναγκαζόμεθα καὶ τὰς Κλεωνύμου θυγατέρας λαβεῖν αὐτοὶ γυναῖκας προῖκα ἐπιδιδόντες ἑτέροις ἐκδιδόναι, καὶ ταῦθʼ ἡμᾶς καὶ συγγένεια καὶ οἱ νόμοι καὶ παρʼ ὑμῶν αἰσχύνη ποιεῖν ἠνάγκαζεν ἄν, ταῖς μεγίσταις ζημίαις καὶ τοῖς ἐσχάτοις ὀνείδεσι περιπεσεῖν· 1.40εἰ δʼ οὐσία κατελείφθη, δίκαιον ἡγήσεσθʼ εἶναι ταύτης ἑτέρους ἡμῶν μᾶλλον κληρονομεῖν; οὐκ ἄρα δίκαια οὐδʼ ὑμῖν αὐτοῖς συμφέροντα οὐδὲ τοῖς νόμοις ὁμολογούμενα ψηφιεῖσθε, εἰ τῶν μὲν συμφορῶν τοὺς ἐγγυτάτω γένει κοινωνεῖν ἀναγκάσετε, χρημάτων δὲ καταλειφθέντων πάντας ἀνθρώπους κυριωτέρους τούτους ποιήσετε.

1.41χρὴ δέ, ἄνδρες, καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν, ὅπερ ποιεῖτε, τοῖς κατὰ γένος ψηφίζεσθαι μᾶλλον τοῖς κατὰ διαθήκην ἀμφισβητοῦσι. τὴν μὲν γὰρ τοῦ γένους οἰκειότητα πάντες ἐπιστάμενοι τυγχάνετε, καὶ οὐχ οἷόν τε τοῦτʼ ἔστι πρὸς ὑμᾶς ψεύσασθαι· διαθήκας δʼ ἤδη πολλοὶ ψευδεῖς ἀπέφηναν, καὶ οἱ μὲν τὸ παράπαν οὐ γενομένας, ἐνίων δʼ οὐκ ὀρθῶς βεβουλευμένων. 1.42καὶ νῦν ὑμεῖς note τὴν μὲν συγγένειαν καὶ τὴν οἰκειότητα τὴν ἡμετέραν, οἷς ἡμεῖς ἀγωνιζόμεθα, ἅπαντες ἐπίστασθε· τὰς δὲ διαθήκας, αἷς οὗτοι πιστεύοντες ἡμᾶς συκοφαντοῦσιν, οὐδεὶς ὑμῶν οἶδε κυρίας γενομένας. ἔπειτα τὴν μὲν ἡμετέραν συγγένειαν εὑρήσετε καὶ παρʼ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένην, τὰς δὲ διαθήκας ὑφʼ ἡμῶν ἀμφισβητουμένας· οὗτοι γὰρ τὸ ἀνελεῖν αὐτὰς ἐκείνου βουλομένου διεκώλυσαν. 1.43ὥσθʼ ὑμῖν, note ἄνδρες, πολὺ κάλλιόν ἐστι ψηφίσασθαι κατὰ τὸ γένος τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὁμολογούμενον μᾶλλον κατὰ τὰς διαθήκας τὰς οὐ δικαίως γεγενημένας. πρὸς δὲ τούτοις ἐνθυμήθητε ὅτι αὐτὰς ἔλυσε μὲν Κλεώνυμος εὖ φρονῶν, διέθετο δὲ ὀργισθεὶς καὶ οὐκ ὀρθῶς βουλευόμενος· ὥστε πάντων ἂν εἴη δεινότατον, εἰ κυριωτέραν αὐτοῦ τὴν ὀργὴν τὴν διάνοιαν ποιήσετε.

1.44οἶμαι δʼ ὑμᾶς καὶ λαμβάνειν παρὰ τούτων ἀξιοῦν καὶ μὴ τυγχάνοντας ἀγανακτεῖν, οἷς ἂν ὑπάρχῃ καὶ παρʼ ὑμῶν τῶν αὐτῶν τυχεῖν. εἰ τοίνυν συνέβη Κλεωνύμῳ μὲν ζῆν, ἐξερημωθῆναι δὲ τὸν ἡμέτερον οἶκον τὸν τούτων, σκέψασθε ποτέρων note ἐκεῖνος ἐγίγνετο κληρονόμος· δίκαιον γάρ ἐστι τούτους ἔχειν τὰ ἐκείνου, παρʼ ὧν ὠφείλετο καὶ λαβεῖν αὐτῷ. 1.45εἰ μὲν τοίνυν Φερένικος τῶν ἀδελφῶν τις ἐτελεύτησεν, οἱ παῖδες οἱ τούτων, οὐκ ἐκεῖνος ἐγίγνετο κύριος τῶν καταλειφθέντων· ἡμῶν δὲ τοιαύτῃ τύχῃ χρησαμένων Κλεώνυμος ἁπάντων ἐγίγνετο κληρονόμος. οὔτε γὰρ παῖδες ἡμῖν ἦσαν οὔτʼ ἄλλοι συγγενεῖς, ἀλλʼ ἐκεῖνος καὶ γένει προσήκων ἐγγυτάτω καὶ τῇ χρείᾳ πάντων ἦν οἰκειότατος· 1.46ὥστε διὰ ταῦτα καὶ οἱ νόμοι δεδώκασιν αὐτῷ, καὶ ἡμεῖς οὐδένʼ <ἂν> note ἄλλον ἠξιώσαμεν ταύτης τῆς δωρεᾶς. οὐ γὰρ δήπου ζῶντες μὲν οὕτως ἂν ἐνεχειρίσαμεν αὐτῷ τὴν οὐσίαν, ὥστε περὶ τῶν ἡμετέρων κυριωτέραν εἶναι τὴν ἐκείνου διάνοιαν τῆς ἡμετέρας αὐτῶν, ἀποθνῄσκοντες δὲ ἄλλους κληρονόμους ἐβουλήθημεν <εἶναι> αὐτῶν μᾶλλον τὸν πάντων οἰκειότατον. 1.47ὥσθʼ ἡμᾶς μὲν ἐν ἀμφοτέροις, ἄνδρες, note καὶ ἐν τῷ δοῦναι καὶ ἐν τῷ λαβεῖν οἰκείους ὄντας εὑρήσετε, τούτους δὲ νῦν μὲν ἀναισχυντοῦντας καὶ τὴν οἰκειότητα καὶ τὴν ἀγχιστείαν λέγοντας, ὅτι λήψεσθαί τι προσδοκῶσιν· ἐν δὲ τῷ δοῦναι πολλοὺς ἂν καὶ συγγενεῖς καὶ φίλους ἐκείνου προείλοντο οἰκειοτέρους.

1.48κεφάλαιον δὲ τῶν εἰρημένων, πάντας ὑμᾶς προσέχειν δεῖ τὸν νοῦν· <ἐν> ὅσῳ note γὰρ ἂν ταῦτα λέγοντες ἀποφαίνωσι καὶ πειρῶνται πείθειν ὑμᾶς ὡς ἐκεῖνος διέθετο ταύτας τὰς διαθήκας καὶ οὐδὲ πώποτε ὕστερον αὐτῷ μετεμέλησε, <ἀλλὰ> note καὶ νῦν ἐβούλετο ἡμᾶς μὲν note μηδὲν τῶν αὑτοῦ λαβεῖν, σφίσι δʼ αὐτοῖς βεβαιῶσαι τὴν δωρεάν, 1.49καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσι note μήθʼ, note ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς. 1.50ὥσθʼ ὑμεῖς ὅταν μὲν τοῖς τούτων λόγοις πιστεύητε, οὐ τούτους προσήκει ποιῆσαι τῶν ἐκείνου κληρονόμους, ἀλλὰ παράνοιαν Κλεωνύμου καταγιγνώσκειν, ὅταν δὲ τοῖς ἡμετέροις, ἐκεῖνόν τε νομίζειν ὀρθῶς βεβουλεῦσθαι λῦσαι τὰς διαθήκας βουλόμενον, ἡμᾶς τε μὴ συκοφαντεῖν ἀλλὰ δικαίως τούτων ἀμφισβητεῖν. 1.51ἔπειτα, ἄνδρες, ἐνθυμεῖσθε ὅτι οὐχ οἷόν τε ὑμῖν note ἐστι κατὰ τοὺς τούτων λόγους γνῶναι περὶ αὐτῶν. πάντων γὰρ ἂν εἴη δεινότατον, εἰ τῶν ἀντιδίκων γιγνωσκόντων ἡμᾶς δίκαιον εἶναι τὸ μέρος αὐτῶν λαβεῖν, ὑμεῖς ἅπαντʼ αὐτοὺς ἔχειν ψηφιεῖσθε, note καὶ τούτους μὲν ἡγήσεσθε χρῆναι πλείω λαβεῖν ὧν αὐτοὶ σφᾶς αὐτοὺς ἠξίωσαν, ἡμᾶς δὲ μηδὲ τούτων ἀξιώσετε ὧν οἱ ἀντίδικοι συγχωροῦσιν ἡμῖν.



Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 1 Isae. 1 (English) >>Isae. 2

Powered by PhiloLogic