Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 11 Isae. 12 (English) >>Isae. 12

12 Ὑπὲρ Εὐφιλήτου

12.hypothesisτὸν Ἐρχιέων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί note τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος, ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον Εὐφίλητος, προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὑτοῦ, τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων· οἷς δὲ βεβαίως βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδʼ ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα, κρινέτω δὲ βουλόμενος εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν.

12.1ὅτι μὲν τοίνυν, ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο. 12.2πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας οὐκ ὄντων αὑτοῖς γνησίων παίδων διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὑτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. 12.3ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ <βίος> note ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου note τρέφων καὶ ἀσκῶν καὶ εἰς <τοὺς> note φράτορας εἰσάγων, note καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν γε note πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. 12.4ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν <ἐμὴν> note φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, <εἰ> note νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. 12.5οὐ μόνον τοίνυν ἡμᾶς, ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ· μητρυιὰ γὰρ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ note πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν εἴασαν καὶ ἐπέτρεψαν. 12.6καὶ μὴν οὐδʼ note ἂν θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, διʼ ἣν ἡμῖν γίγνεται βλάβη περιφανής, εἴ περ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ἄνδρες δικασταί, πρὸς τούτοις <πῶς> note ἄν τις ὑμῶν note καταγνοίη ψευδομαρτυρίων note Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου, οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δʼ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας note μεμαρτυρήκασιν Εὐφιλήτῳ τουτῳὶ τὴν αὑτοῦ συγγένειαν ἕκαστος; 12.7ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν note ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν <εἰπεῖν> note ὅτι μήτηρ ἀστή τέ ἐστι καὶ <γαμετὴ καὶ ἀστὸς> note πατήρ, καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὐτῷ τοὺς συγγενεῖς μάρτυρας. 12.8εἶτα, ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς note πιστεύειν μαρτυροῦσι μᾶλλον τοῖς κατηγόροις· νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδʼ ἐν ἑνὶ note κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς note αὐτοὺς καθιστάντες μαρτυροῦμεν. 12.9καὶ πρὸς ταῖς μαρτυρίαις, ἄνδρες δικασταί, πρῶτον μὲν τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτο εἰδέναι; ἔπειτα, ἄνδρες δικασταί, πατὴρ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν note αὑτοῦ ὑὸν γιγνώσκειν, note οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι μὴν note Εὐφίλητον τουτονὶ ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. 12.10πρὸς τούτοις τοίνυν, ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαέτης ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δʼ εἰμὶ ὀμόσαι μὴν note Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων αὐτοὶ πλάττοντες λέγουσι. 12.11πρὸς δὲ τούτοις, ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα <ταῦτα> note σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους, καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ note τῆς προτέρας διαίτης τὴν μαρτυρίαν.Μαρτυρία

12.12ὡς μὲν τοίνυν καὶ τότε ὦφλον note τὴν δίαιταν, ἀκηκόατε. ἀξιῶ δέ, ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα note τοῦτʼ ἂν note ἔφησαν εἶναι σημεῖον ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοὐναντίον εἶναι μαρτύριον, ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοῖς note ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος, καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ἄνδρες δικασταί, ἀκηκοέναι.



Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 11 Isae. 12 (English) >>Isae. 12

Powered by PhiloLogic