Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 3 Isae. 4 (English) >>Isae. 5

4 Περὶ τοῦ Νικοστράτου κλήρου <ἐπίλογος>

4.hypothesisΝικοστράτου ἐν ὑπερορίᾳ τελευτήσαντος, Ἅγνων καὶ Ἁγνόθεος ὡς ὄντες ἀνεψιοὶ ἐκ πατραδέλφου ἀμφισβητοῦσι τοῦ κλήρου πρὸς Χαριάδην, φάσκοντα κληρονόμον αὐτοῦ εἶναι κατὰ δόσιν, ἔστι κατὰ διαθήκας. Ἰσαῖος οὖν ῥήτωρ, ὡς συγγενὴς ὢν τῶν περὶ τὸν Ἅγνωνα, λέγει συνηγορῶν αὐτοῖς. στάσις στοχασμός.

4.1ἐπιτήδειοί μοι τυγχάνουσιν, ἄνδρες, ὄντες Ἅγνων τε οὑτοσὶ καὶ Ἁγνόθεος, καὶ πατὴρ αὐτῶν ἔτι πρότερον. εἰκὸς οὖν μοι δοκεῖ εἶναι, ὡς ἂν οἷός τε , συνειπεῖν αὐτοῖς.

περὶ μὲν οὖν τῶν ἐν τῇ ὑπερορίᾳ πραχθέντων ὡς οὔτε μάρτυρας ἐξευρεῖν οἷόν τε, οὔτε τοὺς ἀντιδίκους, ἐάν τι ψεύδωνται, ἐλέγχειν ῥᾴδιον, διὰ τὸ μηδέτερον τούτων ἐκεῖσε ἀφῖχθαι· τὰ δὲ ἐνθάδε μοι συμβεβηκότα δοκεῖ μοι ὑμῖν ἱκανὰ γενέσθαι ἂν τεκμήρια, ὅτι ἅπαντες οἱ κατὰ τὴν δόσιν τῶν Νικοστράτου ἀμφισβητοῦντες ἐξαπατῆσαι ὑμᾶς βούλονται. 4.2πρῶτον μὲν οὖν, ἄνδρες, περὶ τῆς τῶν ὀνομάτων ἐπιγραφῆς ἄξιόν ἐστιν ἐξετάσαι, καὶ σκέψασθαι ὁπότεροι ἁπλούστερον καὶ κατὰ φύσιν μᾶλλον τὰς λήξεις ἐποιήσαντο. Ἅγνων μὲν γὰρ οὑτοσὶ καὶ Ἁγνόθεος Θρασυμάχου ἐπεγράψαντο τὸν Νικόστρατον, καὶ ἑαυτοὺς ἐκείνῳ ἀνεψιοὺς ἀποφαίνουσι, καὶ τούτων μάρτυρας παρέχονται· 4.3Χαριάδης δὲ καὶ οἱ συνδικοῦντες αὐτῷ Σμίκρου μὲν πατρὸς εἶναί φασι τὸν Νικόστρατον, ἀμφισβητοῦσι δὲ τοῦ Θρασυμάχου ὑοῦ κλήρου. καὶ οἵδε μὲν οὐδὲν note προσποιοῦνται ἐκείνου τοῦ ὀνόματος οὔτε γιγνώσκειν οὔτε προσήκειν αὑτοῖς· φασὶ μὲν οὖν εἶναι Θρασυμάχου Νικόστρατον, τούτου δὲ ὁμοίως τῆς οὐσίας ἀμφισβητοῦσι. 4.4καὶ εἰ μὲν τὸ ὄνομα πατρόθεν τὸ αὐτὸ ὡμολόγουν εἶναι τοῦ Νικοστράτου, περὶ δὲ τοῦ κλήρου μόνου διεφέροντο, οὐδὲν ἂν ἔδει ὑμᾶς σκέψασθαι ἀλλʼ <> note εἴ τι διέθετο ἐκεῖνος Νικόστρατος, ὃν ἀμφότεροι ὡμολόγουν· νῦν δὲ πῶς οἷόν τε τῷ ἀνδρὶ δύο πατέρας ἐπιγράψασθαι; τοῦτο γὰρ Χαριάδης πεποίηκεν· αὐτός τε γὰρ ἔλαχε <τῶν> note τοῦ Σμίκρου Νικοστράτου, τούτοις τε note <τῶν> τοῦ Θρασυμάχου λαχοῦσι παρακατέβαλεν ὡς τὸν αὐτὸν ὄντα. 4.5ἔστι μὲν οὖν ἅπαντα ταῦτα ἐπήρεια καὶ παρασκευή. ἡγοῦνται γὰρ τούτους, ἁπλοῦ μὲν ὄντος τοῦ πράγματος καὶ μηδεμιᾶς αὐτοῖς ταραχῆς ἐγγιγνομένης, οὐ χαλεπῶς ἐπιδείξειν ὅτι οὐδὲν Νικόστρατος διέθετο· ἐὰν δὲ μὴ τὸν πατέρα τὸν αὐτὸν εἶναι φῶσι, τοῦ δὲ κλήρου μηδὲν ἧττον ἀμφισβητῶσιν, ἀκριβῶς ἴσασιν ὅτι πλείονι λόγῳ εἰπεῖν τουτουσὶ δεήσει ὡς Νικόστρατος Θρασυμάχου ἦν ὡς οὐδὲν διέθετο. 4.6ἔτι δὲ καὶ ὁμολογοῦντες Θρασυμάχου μὲν εἶναι τὸν Νικόστρατον οὐκ ἂν εἶχον ἐξελέγξαι τούσδε ὡς οὐκ εἰσὶν ἐκείνῳ ἀνεψιοί· ἄλλον δὲ πατέρα τῷ τεθνεῶτι κατασκευάζοντες οὐ μόνον περὶ τῶν διαθηκῶν ἀλλὰ καὶ περὶ τοῦ γένους λόγον ἐμβεβλήκασιν.

4.7οὐκ ἐκ τούτων δὲ μόνον γνοίητʼ ἂν ὅτι ἀλλότριοί note τινες εἰσιν οἱ ταῦτα ἐπὶ τουτουσὶ ἐπάγοντες, ἀλλὰ καὶ ἐκ τῶν κατʼ ἀρχὰς γεγενημένων. τίς γὰρ οὐκ ἀπεκείρατο, ἐπειδὴ τὼ δύο ταλάντω ἐξ Ἀκῆς note ἠλθέτην note; τίς οὐ μέλαν ἱμάτιον ἐφόρησεν, note ὡς διὰ τὸ πένθος κληρονομήσων τῆς οὐσίας; πόσοι συγγενεῖς καὶ ὑεῖς κατὰ δόσιν προσεποιήσαντο τῶν Νικοστράτου; 4.8Δημοσθένης μέν γε ἀδελφιδοῦς ἔφη αὐτῷ εἶναι, ἐπειδὴ δʼ ἐξηλέγχθη ὑπὸ τούτων, ἀπέστη· Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ. καὶ οὗτος οὐ πολλῷ ὕστερον ἐπαύσατο. Ἀμεινιάδης note δὲ ὑὸν αὐτῷ πρὸς τὸν ἄρχοντα ἧκεν ἄγων οὐδὲ τριετῆ γεγονότα, καὶ ταῦτʼ οὐκ ἐπιδεδημηκότος τοῦ Νικοστράτου ἕνδεκα ἐτῶν Ἀθήνησι. 4.9Πύρρος δὲ Λαμπτρεὺς τῇ μὲν Ἀθηνᾷ ἔφη τὰ χρήματα ὑπὸ Νικοστράτου καθιερῶσθαι, αὐτῷ δʼ ὑπʼ αὐτοῦ ἐκείνου δεδόσθαι. Κτησίας note δʼ Βησαιεὺς καὶ Κραναὸς τὸ μὲν πρῶτον δίκην ἔφασαν τοῦ Νικοστράτου ταλάντου καταδεδικάσθαι, ἐπειδὴ δʼ οὐκ εἶχον τοῦτο ἀποδεῖξαι, ἀπελεύθερον αὐτὸν ἑαυτῶν προσεποιήσαντο εἶναι· καὶ οὐδʼ οὗτοι ἔλεγον ἀπέδειξαν. 4.10καὶ οἱ μὲν εὐθὺς κατὰ τὰ πρῶτα ἐπὶ τὰ Νικοστράτου ᾄξαντες οὗτοί εἰσι· Χαριάδης δὲ τότε μὲν οὐδαμοῦ ἠμφισβήτησεν, ὕστερον δὲ οὐ μόνον αὐτὸς <αὑτὸν> note ἀλλὰ καὶ τὸ ἐκ τῆς ἑταίρας παιδίον εἰσποιῶν ἦλθε. ταὐτὸ note δʼ ἦν αὐτῷ ὡς τῶν χρημάτων κληρονομήσοντι τὸ παιδίον ἀστὸν ποιήσοντι. αἰσθόμενος δὲ καὶ οὗτος ὅτι περὶ τοῦ γένους ἐλεγχθήσοιτο, τὴν μὲν τοῦ παιδίου ἀμφισβήτησιν παρέλυσεν, ἑαυτῷ δὲ κατὰ δόσιν παρακατέβαλεν.

4.11ἐχρῆν μὲν οὖν, ἄνδρες, ὅστις κατὰ δόσιν χρημάτων ἀμφισβητῶν ἡττηθείη, μὴ κατὰ τὸ τέλος ζημιοῦσθαι, ἀλλʼ ἐφʼ ὅσα περ ληψόμενος ᾔει, note τοσαῦτα τῇ πόλει ἀποτίνειν· οὕτω γὰρ <ἂν> note οὔθʼ οἱ νόμοι κατεφρονοῦντο οὔτε τὰ γένη ὑβρίζετο, πρὸ δὲ τούτων οὐδʼ ἂν τῶν τεθνεώτων οὐδεὶς κατεψεύδετο. ἐπειδὴ δὲ ἅπασι καὶ τῶν ἀλλοτρίων ἁπάντων, καθʼ τι ἄν τις βούληται, ἀμφισβητεῖν ἔξεστιν, ὑμᾶς χρὴ περὶ αὐτῶν ὡς οἷόν τʼ ἀκριβέστατα ἐξετάζειν καὶ μηδὲν εἰς ὅσον δύνασθε παραλείπειν. 4.12ἐν μόναις δὲ ταῖς τῶν κλήρων εἰσαγωγαῖς δοκεῖ μοι προσήκειν τεκμηρίοις μᾶλλον μάρτυσι πιστεύειν. περὶ μὲν γὰρ τῶν ἄλλων συμβολαίων οὐ πάνυ χαλεπὸν τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἐλέγχειν· ζῶντος γὰρ καὶ παρόντος τοῦ πράξαντος καταμαρτυροῦσι· περὶ δὲ τῶν διαθηκῶν πῶς ἄν τις γνοίη τοὺς μὴ τἀληθῆ λέγοντας, εἰ μὴ πάνυ μεγάλα τὰ διαφέροντα εἴη, αὐτοῦ μὲν καθʼ οὗ μαρτυροῦσι τεθνεῶτος, τῶν δὲ συγγενῶν μηδὲν τῶν πεπραγμένων εἰδότων, τοῦ δὲ ἐλέγχου μηδαμῶς ἀκριβοῦς γιγνομένου; 4.13ἔτι δέ, ἄνδρες, καὶ τῶν διατιθεμένων οἱ πολλοὶ οὐδὲ λέγουσι τοῖς παραγιγνομένοις τι διατίθενται, ἀλλʼ αὐτοῦ μόνου, τοῦ καταλιπεῖν διαθήκας, μάρτυρας παρίστανται, τοῦ δὲ συμβαίνοντός ἐστι καὶ γραμματεῖον ἀλλαγῆναι καὶ τἀναντία ταῖς τοῦ τεθνεῶτος διαθήκαις μεταγραφῆναι· οὐδὲν γὰρ μᾶλλον οἱ μάρτυρες εἴσονται, εἰ ἐφʼ αἷς ἐκλήθησαν διαθήκαις, αὗται ἀποφαίνονται. note 4.14ὁπότε δὲ καὶ τοὺς ὁμολογουμένως παραγενομένους οἷόν τʼ ἐστὶν ἐξαπατῆσαι, πῶς οὐκ ἂν ὑμᾶς γε τοὺς μηδὲν τοῦ πράγματος εἰδότας πολὺ μᾶλλον ἑτοιμότερόν τις παρακρούσασθαι ἐγχειρήσειεν note;

ἀλλὰ μὴν καὶ νόμος, ἄνδρες, οὐκ ἐάν τις διαθῆται μόνον, κυρίας εἶναι κελεύει τὰς διαθήκας, ἀλλὰ ἐὰν εὖ φρονῶν. σκεπτέον δὴ note ὑμῖν πρῶτον μὲν εἰ ἐποιήσατο τὰς διαθήκας, ἔπειτα εἰ μὴ παρανοῶν διέθετο. 4.15ἀντιλεγόντων δʼ ἡμῶν μηδὲ τὸ παράπαν γενέσθαι τὰς διαθήκας, ἐκ τίνος ἂν τρόπου, εἴ τις παρανοῶν διέθετο, γνοίητε, πρὶν περὶ αὐτοῦ τοῦ διαθέσθαι πιστεῦσαι; τοὺς μὲν οὖν κατὰ τὴν δόσιν ἀμφισβητοῦντας ὁρᾶτε ὅσον ἔργον ἐστὶν αἰσθέσθαι εἰ ἀληθῆ λέγουσι, τοὺς δὲ κατὰ τὸ γένος πρῶτον μὲν οὐδὲν δεῖ μάρτυρας παρασχέσθαι ὡς αὑτῶν ἐστιν κλῆρος (παρὰ πάντων γὰρ ὡμολόγηται τοῖς ἐγγυτάτω γένους τὰ τοῦ τελευτήσαντος γίγνεσθαι), 4.16ἔπειτα οἱ νόμοι οὐ μόνον οἱ περὶ τῶν γενῶν ἀλλὰ καὶ οἱ περὶ τῶν δόσεων τοῖς συγγενέσι βοηθοῦσι. δοῦναι μὲν γὰρ νόμος οὐδενὶ ἐᾷ τὰ ἑαυτοῦ, ἐὰν ὑπὸ γήρως ὑπὸ νόσου ὑπὸ τῶν ἄλλων καὶ ὑμεῖς ἴστε παρανοήσῃ· κατὰ δὲ τὸ γένος καὶ τὰ τοῦ ὁπωσοῦν διακειμένου ἐγγύτατα γένους ἀναμφισβητήτως λαμβάνει. 4.17χωρὶς δὲ τούτων ταῖς μὲν διαθήκαις διὰ μαρτύρων ὑμᾶς δεῖ πιστεῦσαι, ὑφʼ ὧν ἔνι καὶ ἐξαπατηθῆναι (οὐ γὰρ ἂν ἦσαν ψευδομαρτυρίων ἐπισκήψεις), τῇ δʼ ἀγχιστείᾳ διʼ ὑμῶν αὐτῶν· κατὰ γὰρ τοὺς νόμους οἱ συγγενεῖς ἀμφισβητοῦσιν, οὓς ὑμεῖς ἔθεσθε. 4.18πρὸς δὲ τούτοις, ἄνδρες, εἰ μὲν οἱ κατὰ τὰς διαθήκας ἀμφισβητοῦντες ὁμολογουμένως Νικοστράτῳ ἐπιτήδειοι ὄντες ἐτύγχανον, τὸ μὲν ἀκριβὲς οὐδʼ ἂν οὕτως, ὅμως μέντοι μᾶλλον εἰκὸς ἦν ἀληθεῖς εἶναι δόξειν τὰς διαθήκας· ἤδη γάρ τινες οὐκ εὖ διακείμενοι τοῖς συγγενέσιν ὀθνείους φίλους τῶν πάνυ σφόδρα προσηκόντων περὶ πλείονος ἐποιήσαντο· νῦν δὲ οὔτε συσσίτους οὔτε φίλους οὔτʼ ἐν τάξει τῇ αὐτῇτούτων δʼ ὑμῖν μάρτυρας ἁπάντων παρεσχήμεθα. 4.19 δὲ μέγιστον, καὶ μάλιστα τῆς Χαριάδου ἀναιδείας καταμαρτυρεῖ, τοῦτο σκέψασθε. ὅπου γὰρ τὸν αὑτὸν ποιησάμενον οὔτʼ ἀποθανόντα ἀνείλετο οὔτʼ ἔκαυσεν οὔτε ὠστολόγησεν, ἀλλὰ πάντα τοῖς μηδὲν προσήκουσι παρῆκε ποιῆσαι, πῶς οὐκ <ἂν> note ἀνοσιώτατος εἴη, ὃς τῷ τεθνεῶτι μηδὲν τῶν νομιζομένων ποιήσας τῶν χρημάτων αὐτοῦ κληρονομεῖν ἀξιοῖ; 4.20ἀλλὰ νὴ Δία ἐπειδὴ τούτων οὐδὲν ἐποίησε, τὴν οὐσίαν τοῦ Νικοστράτου note διεχείρισεν; ἀλλὰ καὶ ταῦτα μεμαρτύρηται ὑμῖν, καὶ τὰ πλεῖστα οὐδʼ αὐτὸς ἀρνεῖται. προφάσεις δὲ οἴομαι ἀναγκαίας ἐφʼ ἑκάστας τῶν πράξεων εὑρῆσθαι· τί γὰρ ὑπολείπεται τῷ διαρρήδην ὁμολογοῦντι;

4.21σαφῶς μὲν οὖν ἴστε, ἄνδρες, ὅτι οὗτοι οὐ δικαίως τῶν Νικοστράτου note ἐφίενται, ἀλλὰ βούλονται μὲν ὑμᾶς ἐξαπατῆσαι, τουτουσὶ δὲ συγγενεῖς ὄντας ἐκείνου, οἱ νόμοι ἔδοσαν αὐτοῖς, ἀποστερῆσαι. οὐ μόνος note δὲ Χαριάδης τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἤδη τῶν ἐν τῇ ὑπερορίᾳ ἀποθνῃσκόντων οὐδὲ γιγνώσκοντες ἐνίους τῆς οὐσίας ἠμφισβήτησαν· 4.22ἐνθυμοῦνται γὰρ ὅτι κατορθώσασι μὲν <ἔσται> note τὰ ἀλλότρια ἔχειν, διαμαρτοῦσι δὲ μικρὸς κίνδυνος· μαρτυρεῖν δὲ καὶ τὰ ψευδῆ τινες ἐθέλουσιν, οἱ δʼ ἔλεγχοι περὶ ἀφανῶν. συνελόντι πολὺ τὸ διαφέρον κατὰ γένος κατὰ δόσιν ἀμφισβητεῖν. ἀλλʼ ὑμᾶς χρή, ἄνδρες, πρῶτον μὲν τὰς διαθήκας σκοπεῖν, εἰ δοκοῦσι γενέσθαι· τοῦτο γὰρ οἵ τε νόμοι <ὑφ>ηγοῦνται καὶ δικαιότατόν ἐστι. 4.23μὴ σαφῶς δὲ μήτʼ αὐτοὺς τὴν ἀλήθειαν εἰδότας, μήτε τῶν μαρτύρων τοῦ τελευτήσαντος ἐπιτηδείων ὄντων, ἀλλὰ Χαριάδου τοῦ τἀλλότρια βουλομένου λαβεῖν, τί ἂν εἴη note δικαιότερον τοῖς συγγενέσι τὰ τοῦ συγγενοῦς ψηφίζεσθαι; καὶ γὰρ εἴ τι οἵδε ἔπαθον, οὐδενὶ ἂν ἄλλῳ Νικοστράτῳ τὰ τούτων ἐγένετο note · κατὰ γὰρ τὸ αὐτὸ γένος ἂν ἠμφισβήτει, ἀνεψιὸς ὢν αὐτοῖς ἐκ πατραδέλφων. 4.24μὰ Δίʼ ἀλλʼ οὐκ ἔστιν Ἅγνων οὐδʼ Ἁγνόθεος τοῦ Νικοστράτου συγγενής, note ὡς οἱ ἀντίδικοί φασιν, ἀλλʼ ἕτεροι. ἔπειτα τῷ μὲν κατὰ τὴν δόσιν τοῦ κλήρου λαχόντι μαρτυροῦσιν, αὐτοὶ δὲ κατὰ τὸ γένος οὐκ ἀμφισβητήσουσιν; οὐ γὰρ εἰς τοῦτό γε ἀνοίας ἥκουσιν ὥστε πιστεύσαντες ταῖς διαθήκαις οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἀφίστανται. ἀλλὰ μὴν καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσι, τούσδε τοῖς συγγενέσιν αὐτοῖς ἐπιδικάσασθαι συμφέρει τῶν Νικοστράτου μᾶλλον Χαριάδην. 4.25εἰς γὰρ τὸν λοιπὸν χρόνον, εἰ μὲν οἵδε κατὰ τὸ γένος ἀμφισβητοῦντες λήψονται τὸν κλῆρον, ἐξέσται καὶ τούτοις, ὁπόταν βούλωνται, κατὰ τὸ γένος λαχοῦσιν ἐπιδεῖξαι ὑμῖν ὡς αὐτοὶ ἐγγυτέρω ἦσαν τοῦ Νικοστράτου, καὶ ὡς Σμίκρου ἦν καὶ οὐ Θρασυμάχου· ἐὰν δὲ Χαριάδης αὐτῶν κληρονομήσῃ, οὐκ ἔσται οὐδενὶ συγγενεῖ ἐπὶ τὰ Νικοστράτου ἐλθεῖν. κατὰ δόσιν γὰρ ἔχοντος τοῦ ἐπιδεδικασμένου, τί φανοῦνται λέγοντες οἱ κατὰ τὸ γένος λαγχάνοντες;

4.26ὅπερ ἂν οὖν καὶ ὑμῶν ἕκαστος ἀξιώσειε, τοῦτο καὶ τουτοισὶ τοῖς νεανίσκοις βεβαιώσατε. παρέσχοντο δʼ ὑμῖν μάρτυρας πρῶτον μὲν ὡς ἀνεψιοί εἰσιν ἐκ πατραδέλφων Νικοστράτου, ἔπειτα δὲ ὡς οὐδεπώποτε ἐκείνῳ note διάφοροι ἦσαν, ἔτι δὲ καὶ ὡς ἔθαψαν Νικόστρατον, πρὸς δὲ τούτοις ὡς Χαριάδης οὑτοσὶ οὐδαμῶς οὔτʼ note ἐνθάδε οὔτʼ ἐπὶ στρατεύματι ἐχρῆτο Νικοστράτῳ, ἔτι δὲ καὶ τὴν κοινωνίαν, μάλισθʼ οὗτος ἰσχυρίζεται, ψευδῆ οὖσαν.

4.27καὶ ἄνευ τούτων, ἄνδρες, ἄξιον ὑμῖν ἐξετάσαι ἑκατέρους αὐτῶν οἷοί εἰσι. Θράσιππος μὲν γὰρ Ἅγνωνος καὶ Ἁγνοθέου πατὴρ ἤδη τι καὶ ἐλῃτούργησεν ὑμῖν καὶ εἰσήνεγκε, καὶ ἄλλως σπουδαῖος ἦν πολίτης· αὐτοὶ δὲ οὗτοι οὔτε ἀποδεδημήκασιν οὐδαμοῖ note πώποτε, ὅποι ἂν μὴ ὑμεῖς προστάξητε, οὔτʼ ἐνθάδε μένοντες ἄχρηστοί εἰσι τῇ πόλει, ἀλλὰ καὶ στρατεύονται καὶ εἰσφέρουσι καὶ τἆλλα πάντα ποιοῦσι τὰ προσταττόμενα καὶ αὑτούς (ὡς πάντες ἴσασι) κοσμίους παρέχουσιν, 4.28ὥστε πολὺ μᾶλλον τούτους προσήκει κατὰ δόσιν τῶν χρημάτων τῶν Νικοστράτου Χαριάδην ἀμφισβητεῖν. οὗτος γάρ, ὅτʼ ἐπεδήμει ἐνθάδε, πρῶτον μὲν εἰς τὸ δεσμωτήριον ὡς κλέπτης ὢν ἐπʼ αὐτοφώρῳ ἀπήχθη, τότε δὲ ἀφεθεὶς μεθʼ ἑτέρων τινῶν ὑπὸ τῶν ἕνδεκα, οὓς δημοσίᾳ ἅπαντας ὑμεῖς ἀπεκτείνατε, πάλιν ἀπογραφεὶς εἰς τὴν βουλὴν κακουργῶν, ὑποχωρῶν ᾤχετο καὶ οὐχ ὑπήκουσεν, 4.29ἀλλʼ ἀπʼ ἐκείνου ἑπτακαίδεκα ἐτῶν Ἀθήναζε οὐκ ἀφίκετο, πλὴν ἐπειδὴ Νικόστρατος ἀπέθανε. καὶ ὑπὲρ μὲν ὑμῶν οὔτε στρατείαν οὐδεμίαν ἐστράτευται οὔτε εἰσφορὰν οὐδεμίαν εἰσενήνοχε, πλὴν εἴ τι ἄρα ἐξ ὅτου τῶν Νικοστράτου ἠμφισβήτησεν, οὔτʼ ἄλλʼ οὐδὲν ὑμῖν λελῃτούργηκεν. ἔπειτα τοιοῦτος ὢν οὐκ ἀγαπᾷ εἰ μὴ τῶν ἡμαρτημένων δίκην δώσει, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀμφισβητεῖ. 4.30εἰ μὲν οὖν οἵδε φιλοπράγμονες ἄλλοις ὅμοιοι πολίταις ἦσαν, ἴσως ἂν οὐ περὶ τῶν Νικοστράτου χρημάτων ἠμφισβήτει, ἀλλʼ ὑπὲρ τοῦ σώματος ἠγωνίζετο· νῦν δʼ, ἄνδρες δικασταί, τοῦτον μὲν ἄλλος, ἐάν τις βούληται, τιμωρήσεται, 4.31τουτοισὶ δʼ ὑμεῖς βοηθήσατε, καὶ μὴ περὶ πλείονος ποιήσησθε τοὺς ἀδίκως τἀλλότρια ἔχειν βουλομένους τοὺς γένει τῷ τεθνεῶτι προσήκοντας καὶ χωρὶς τούτων ἤδη τι ἐκεῖνον εὐεργετηκότας, ἀλλὰ καὶ τῶν νόμων ἀναμνησθέντες καὶ τῶν ὅρκων οὓς ὠμόσατε, πρὸς δὲ τούτοις καὶ τῶν μαρτυριῶν ἃς ἡμεῖς παρεσχήμεθα, τὰ δίκαια ψηφίσασθε.



Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 3 Isae. 4 (English) >>Isae. 5

Powered by PhiloLogic