Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 5 Isae. 6 (English) >>Isae. 7

6 Περὶ τοῦ Φιλοκτήμονος κλήρου

6.hypothesisΕὐκτήμονος υἱὸς Φιλοκτήμων τὸν τῆς ἑτέρας τῶν ἀδελφῶν καὶ Φανοστράτου υἱὸν Χαιρέστρατον ποιησάμενος κατὰ διαθήκας τεθείσας παρὰ Χαιρέᾳ τῷ τῆς ἑτέρας ἀδελφῆς ἀνδρί, ἐτελεύτησε ζῶντος ἔτι τοῦ πατρός ὕστερον δὲ κἀκείνου ἀποθανόντος ἔλαχεν Χαιρέστρατος τοῦ κλήρου κατὰ τὸν νόμον. διαμαρτυρήσαντος δὲ Ἀνδροκλέους μὴ εἶναι ἐπίδικον ὄντος Ἀντιδώρου γνησίου παιδὸς Εὐκτήμονι, οἱ περὶ Χαιρέστρατον ἐπεσκήψαντο τῇ διαμαρτυρίᾳ, καὶ τοῦτον καὶ τὴν ἀδελφὴν αὐτοῦ νόθους γεγονέναι φάσκοντες, τὸν δὲ νόμον διαγορεύειν νόθῳ καὶ νόθῃ μὴ εἶναι ἀγχιστείαν. στάσις στοχασμός· ἄδηλον γὰρ εἰ ἐποίησε Φιλοκτήμων Χαιρέστρατον υἱὸν ἑαυτῷ, καὶ πάλιν ἄδηλον εἰ γνήσιοί εἰσιν οἱ περὶ Ἀντίδωρον.

6.1ὅτι μέν, ἄνδρες, πάντων οἰκειότατα <τυγχάνω> note χρώμενος Φανοστράτῳ τε καὶ Χαιρεστράτῳ τουτῳί, note τοὺς πολλοὺς οἶμαι ὑμῶν εἰδέναι, τοῖς δὲ μὴ εἰδόσιν ἱκανὸν ἐρῶ τεκμήριον· ὅτε γὰρ εἰς Σικελίαν ἐξέπλει τριηραρχῶν Χαιρέστρατος, διὰ τὸ πρότερον αὐτὸς ἐκπεπλευκέναι προῄδειν πάντας τοὺς ἐσομένους κινδύνους, ὅμως δὲ δεομένων τούτων καὶ συνεξέπλευσα καὶ συνεδυστύχησα καὶ ἑάλωμεν εἰς τοὺς πολεμίους. 6.2ἄτοπον δὴ εἰ ἐκεῖνα μὲν προδήλων ὄντων τῶν κινδύνων ὅμως διὰ τὸ χρῆσθαι τούτοις καὶ φίλους νομίζειν ὑπέμενον, νῦν δὲ οὐ πειρῴμην συνειπεῖν ἐξ ὧν ὑμεῖς τε τὰ note εὔορκα ψηφιεῖσθε καὶ τούτοις τὰ δίκαια γενήσεται. δέομαι οὖν ὑμῶν συγγνώμην τε ἔχειν καὶ μετʼ εὐνοίας ἀκροάσασθαι· γὰρ ἀγὼν οὐ μικρὸς αὐτοῖς, ἀλλὰ περὶ τῶν μεγίστων.

6.3Φιλοκτήμων γὰρ Κηφισιεὺς φίλος ἦν Χαιρεστράτῳ τουτῳὶ note δοὺς δὲ τὰ ἑαυτοῦ καὶ ὑὸν αὐτὸν ποιησάμενος ἐτελεύτησε. λαχόντος δὲ τοῦ Χαιρεστράτου κατὰ τὸν νόμον τοῦ κλήρου, ἐξὸν ἀμφισβητῆσαι Ἀθηναίων τῷ βουλομένῳ καὶ εὐθυδικίᾳ εἰσελθόντι εἰς ὑμᾶς, εἰ φαίνοιτο δικαιότερα λέγων, ἔχειν τὸν κλῆρον, 6.4διεμαρτύρησεν Ἀνδροκλῆς οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀποστερῶν τοῦτον τῆς ἀμφισβητήσεως καὶ ὑμᾶς τοῦ κυρίους γενέσθαι ὅντινα δεῖ κληρονόμον καταστήσασθαι note τῶν Φιλοκτήμονος· καὶ ἐν μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι οἴεται ἀδελφοὺς καταστήσειν ἐκείνῳ τοὺς οὐδὲν προσήκοντας, καὶ τὸν κλῆρον ἀνεπίδικον ἕξειν αὐτός, καὶ τῆς ἀδελφῆς τῆς ἐκείνου κύριος γενήσεσθαι, καὶ τὴν διαθήκην ἄκυρον ποιήσειν. 6.5πολλῶν δὲ καὶ δεινῶν ὄντων διαμεμαρτύρηκεν Ἀνδροκλῆς, τοῦτʼ αὐτὸ πρῶτον ἐπιδείξω ὑμῖν, ὡς διέθετο καὶ ἐποιήσατο ὑὸν τουτονὶ Χαιρέστρατον. ἐπειδὴ γὰρ τῷ Φιλοκτήμονι ἐκ μὲν τῆς γυναικὸς συνῴκει οὐκ ἦν παιδίον οὐδέν, πολέμου δʼ ὄντος ἐκινδύνευε καὶ ἱππεὺς στρατευόμενος καὶ τριήραρχος πολλάκις ἐκπλέων, ἔδοξεν αὐτῷ διαθέσθαι τὰ αὑτοῦ, μὴ ἔρημον καταλίπῃ τὸν οἶκον, εἴ τι πάθοι. 6.6τὼ μὲν οὖν ἀδελφὼ αὐτῷ, ὥπερ note ἐγενέσθην, ἄμφω ἄπαιδε ἐτελευτησάτην· τοῖν note δὲ ἀδελφαῖν τῇ μὲν ἑτέρᾳ, Χαιρέας συνῴκει, οὐκ ἦν ἄρρεν παιδίον οὐδὲ ἐγένετο πολλὰ ἔτη συνοικούσῃ, ἐκ δὲ τῆς ἑτέρας, συνῴκει Φανόστρατος οὑτοσί, ἤστην ὑὼ δύο. τούτων τὸν πρεσβύτερον τουτονὶ Χαιρέστρατον ἐποιήσατο ὑόν· 6.7καὶ ἔγραψεν οὕτως note ἐν διαθήκῃ, εἰ μὴ γένοιτο αὑτῷ παιδίον ἐκ τῆς γυναικός, τοῦτον κληρονομεῖν τῶν ἑαυτοῦ. καὶ τὴν διαθήκην κατέθετο παρὰ τῷ κηδεστῇ Χαιρέᾳ, τῷ τὴν ἑτέραν αὐτοῦ ἀδελφὴν ἔχοντι. καὶ ὑμῖν τε διαθήκη αὕτη ἀναγνωσθήσεται note καὶ οἱ παραγενόμενοι μαρτυρήσουσι. καί μοι ἀνάγνωθι.Διαθήκη
<Μάρτυρες>

6.8ὡς μὲν διέθετο καὶ ἐφʼ οἷς ἐποιήσατο ὑὸν τοῦτον, ἀκηκόατε· ὡς δʼ ἐξὸν αὐτῷ ταῦτʼ ἔπραξεν, ὅθεν δικαιότατα ἡγοῦμαι τὰ τοιαῦτʼ εἶναι μανθάνειν, τοῦτον ὑμῖν αὐτὸν παρέξομαι τὸν νόμον. καί μοι ἀνάγνωθι.Νόμος

6.9οὑτοσὶ νόμος, ἄνδρες, κοινὸς ἅπασι κεῖται, ἐξεῖναι τὰ ἑαυτοῦ διαθέσθαι, ἐὰν μὴ παῖδες ὦσι γνήσιοι ἄρρενες, ἐὰν μὴ ἄρα μανεὶς ὑπὸ γήρως διʼ ἄλλο τι τῶν ἐν τῷ νόμῳ παρανοῶν διαθῆται. ὅτι δʼ οὐδενὶ τούτων ἔνοχος ἦν Φιλοκτήμων, βραχέα εἰπὼν δηλώσω ὑμῖν. ὅστις γὰρ καὶ ἕως ἔζη τοιοῦτον πολίτην ἑαυτὸν παρεῖχεν, ὥστε διὰ τὸ ὑφʼ ὑμῶν τιμᾶσθαι ἄρχειν ἀξιοῦσθαι, καὶ ἐτελεύτησε μαχόμενος τοῖς πολεμίοις, πῶς ἄν τις τοῦτον τολμήσειεν εἰπεῖν ὡς οὐκ εὖ ἐφρόνει;

6.10ὅτι μὲν οὖν διέθετο καὶ ἐποιήσατο εὖ φρονῶν, ἐξὸν αὐτῷ, ἀποδέδεικται ὑμῖν, ὥστε κατὰ μὲν τοῦτο ψευδῆ μεμαρτυρηκὼς Ἀνδροκλῆς ἀποδέδεικται· ἐπειδὴ δὲ προσδιαμεμαρτύρηκεν ὡς ὑὸν εἶναι γνήσιον Εὐκτήμονος τοῦτον, καὶ ταῦτʼ ἀποδείξω ψευδῆ ὄντα. Εὐκτήμονι γάρ, ἄνδρες, τῷ Φιλοκτήμονος πατρί, τοὺς μὲν ὄντως γενομένους παῖδας, Φιλοκτήμονα καὶ Ἐργαμένην καὶ Ἡγήμονα καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα αὐτῶν, ἣν ἔγημεν Εὐκτήμων, Μειξιάδου note Κηφισιῶς θυγατέρα, πάντες οἱ προσήκοντες ἴσασι καὶ οἱ φράτορες καὶ τῶν δημοτῶν οἱ πολλοί, καὶ μαρτυρήσουσιν ὑμῖν· 6.11ὅτι δʼ οὐδʼ ἄλλην τινὰ ἔγημε γυναῖκα, ἐξ ἧς τινος οἵδε αὐτῷ ἐγένοντο, οὐδεὶς τὸ παράπαν οἶδεν οὐδʼ ἤκουσε πώποτε ζῶντος Εὐκτήμονος. καίτοι τούτους εἰκὸς πιστοτάτους εἶναι νομίζειν μάρτυρας· τοὺς γὰρ οἰκείους εἰδέναι προσήκει τὰ τοιαῦτα. καί μοι τούτους κάλει πρῶτον, καὶ τὰς μαρτυρίας ἀνάγνωθι.Μαρτυρίαι

6.12ἔτι τοίνυν καὶ τοὺς ἀντιδίκους ἐπιδείξω ἔργῳ ὑμῖν ταῦτα μεμαρτυρηκότας. ὅτε γὰρ αἱ ἀνακρίσεις ἦσαν πρὸς τῷ ἄρχοντι καὶ οὗτοι παρακατέβαλον ὡς ὑπὲρ γνησίων τῶνδʼ Εὐκτήμονος ὄντων, ἐρωτώμενοι ὑφʼ ἡμῶν τίς εἴη αὐτῶν μήτηρ καὶ ὅτου θυγάτηρ οὐκ εἶχον ἀποδεῖξαι, διαμαρτυρομένων ἡμῶν καὶ τοῦ ἄρχοντος κελεύοντος ἀποκρίνασθαι κατὰ τὸν νόμον. <καίτοι ἄτοπον> note , ἄνδρες, ἀμφισβητεῖν μὲν ὡς ὑπὲρ γνησίων καὶ διαμαρτυρεῖν, μητέρα δὲ ἥτις ἦν μὴ ἔχειν ἀποδεῖξαι, μηδὲ προσήκοντα αὐτοῖς μηδένα. 6.13ἀλλὰ τότε μὲν Λημνίαν σκηψάμενοι ταύτην ἀναβολὴν ἐποιήσαντο· τὸ δʼ ὕστερον ἥκοντες εἰς τὴν ἀνάκρισιν, πρὶν καί τινα ἐρέσθαι, εὐθὺς ἔλεγον ὅτι Καλλίππη μήτηρ, αὕτη δʼ εἴη Πιστοξένου θυγάτηρ, ὡς ἐξαρκέσον εἰ ὄνομα μόνον πορίσαιντο τὸν Πιστόξενον. ἐρομένων δʼ ἡμῶν ὅστις εἴη καὶ εἰ ζῇ μή, ἐν Σικελίᾳ ἔφασαν ἀποθανεῖν στρατευόμενον, καταλιπόντα ταύτην θυγατέρα παρὰ τῷ Εὐκτήμονι, ἐξ ἐπιτροπευομένης δὲ τούτῳ γενέσθαι, πρᾶγμα πλάττοντες note ἀναιδείᾳ ὑπερβάλλον καὶ οὐδὲ γενόμενον, ὡς ἐγὼ ὑμῖν ἀποφανῶ ἐκ τούτων πρῶτον ὧν αὐτοὶ ἀπεκρίναντο. 6.14τῇ μὲν γὰρ στρατιᾷ, ἀφʼ οὗ ἐξέπλευσεν εἰς Σικελίαν, ἤδη ἐστὶ δύο καὶ πεντήκοντα ἔτη, ἀπὸ Ἀριμνήστου ἄρχοντος, τῷ δὲ πρεσβυτέρῳ τούτων, ὧν note φασιν ἐκ τῆς Καλλίππης καὶ τοῦ Εὐκτήμονος εἶναι, οὔπω ὑπὲρ εἴκοσιν ἔτη. ἀφελόντι οὖν ταῦτα ἀπὸ τῶν ἐν Σικελίᾳ ὑπολείπεται πλείω τριάκοντα ἔτη· ὥστʼ οὔτʼ note ἐπιτροπεύεσθαι προσῆκε note τὴν Καλλίππην ἔτι, τριακοντοῦτίν γε οὖσαν, οὔτε ἀνέκδοτον καὶ ἄπαιδα εἶναι, ἀλλὰ πάνυ πάλαι συνοικεῖν, ἐγγυηθεῖσαν κατὰ νόμον ἐπιδικασθεῖσαν. 6.15ἔτι δὲ καὶ γιγνώσκεσθαι αὐτὴν ὑπὸ τῶν Εὐκτήμονος οἰκείων ἀναγκαῖον ἦν καὶ ὑπὸ τῶν οἰκετῶν, εἴ πέρ γε συνῴκησεν ἐκείνῳ διῃτήθη τοσοῦτον χρόνον ἐν τῇ οἰκίᾳ. τὰ γὰρ τοιαῦτα οὐκ εἰς τὴν ἀνάκρισιν μόνον δεῖ πορίζεσθαι ὀνόματα ἀλλὰ τῇ ἀληθείᾳ γεγονότα φαίνεσθαι καὶ ὑπὸ τῶν προσηκόντων καταμαρτυρεῖσθαι. 6.16ἀποδεῖξαι τοίνυν ἡμῶν κελευόντων ὅστις οἶδε τῶν Εὐκτήμονος οἰκείων συνοικήσασαν ἐκείνῳ τινὰ τὴν Καλλίππην <> note ἐπιτροπευομένην, καὶ παρὰ τῶν ὄντων <ἡμῖν> note θεραπόντων τὸν ἔλεγχον ποιεῖσθαι, εἴ τις τῶν παρʼ αὐτοῖς οἰκετῶν φάσκει ταῦτα εἰδέναι, ἡμῖν παραδοῦναι, οὔτε λαβεῖν ἠθέλησαν οὔθʼ ἡμῖν παραδοῦναι. καί μοι λαβὲ τήν τʼ ἀπόκρισιν αὐτῶν καὶ τὰς ἡμετέρας μαρτυρίας καὶ προκλήσεις.Ἀπόκρισις
Μαρτυρίαι
Προκλήσεις note

6.17οὗτοι μὲν τοίνυν τοιοῦτο πρᾶγμα ἔφυγον· ἐγὼ δʼ ὑμῖν ἐπιδείξω καὶ ὅθεν εἰσὶ καὶ οἵτινες, οὓς note γνησίους διεμαρτύρησαν εἶναι καὶ κληρονόμους ζητοῦσι καταστῆσαι τῶν Εὐκτήμονος. ἴσως μέν ἐστιν ἀηδὲς Φανοστράτῳ, ἄνδρες, τὰς Εὐκτήμονος συμφορὰς φανερὰς καθεστάναι· ὀλίγα δʼ ἀναγκαῖον ῥηθῆναι, ἵνʼ ὑμεῖς τὴν ἀλήθειαν εἰδότες ῥᾷον τὰ δίκαια ψηφίσησθε. 6.18Εὐκτήμων μὲν γὰρ ἐβίω ἔτη ἓξ καὶ ἐνενήκοντα, τούτου δὲ τοῦ χρόνου τὸν μὲν πλεῖστον ἐδόκει εὐδαίμων εἶναι (καὶ γὰρ οὐσία ἦν οὐκ ὀλίγη αὐτῷ καὶ παῖδες καὶ γυνή, καὶ τἆλλʼ ἐπιεικῶς εὐτύχει), ἐπὶ γήρως δὲ αὐτῷ συμφορὰ ἐγένετο οὐ μικρά, ἐκείνου πᾶσαν τὴν οἰκίαν ἐλυμήνατο καὶ χρήματα πολλὰ διώλεσε καὶ αὐτὸν τοῖς οἰκειοτάτοις εἰς διαφορὰν κατέστησεν. 6.19ὅθεν δὲ καὶ ὅπως ταῦτʼ ἐγένετο, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων δηλώσω. ἀπελευθέρα ἦν αὐτοῦ, ἄνδρες, ἐναυκλήρει συνοικίαν ἐν Πειραιεῖ αὐτοῦ καὶ παιδίσκας ἔτρεφε. τούτων μίαν ἐκτήσατο ὄνομα ἦν Ἀλκή, ἣν καὶ ὑμῶν οἶμαι πολλοὺς εἰδέναι. αὕτη δὲ Ἀλκὴ ὠνηθεῖσα πολλὰ μὲν ἔτη καθῆστο ἐν οἰκήματι, ἤδη δὲ πρεσβυτέρα οὖσα ἀπὸ μὲν τοῦ οἰκήματος ἀνίσταται. 6.20διαιτωμένῃ δὲ αὐτῇ ἐν τῇ συνοικίᾳ συνῆν ἄνθρωπος ἀπελεύθερος, Δίων ὄνομα αὐτῷ, ἐξ οὗ ἔφη ἐκείνη τούτους γεγονέναι· καὶ ἔθρεψεν αὐτοὺς Δίων ὡς ὄντας ἑαυτοῦ. χρόνῳ δὲ ὕστερον μὲν Δίων ζημίαν εἰργασμένος καὶ δείσας ὑπὲρ αὑτοῦ ὑπεχώρησεν εἰς Σικυῶνα· τὴν δʼ ἄνθρωπον ταύτην, τὴν Ἀλκήν, καθίστησιν Εὐκτήμων ἐπιμελεῖσθαι τὴν ἐν Κεραμεικῷ συνοικίας, τῆς παρὰ τὴν πυλίδα, οὗ οἶνος ὤνιος. 6.21κατοικισθεῖσα δʼ ἐνταυθοῖ πολλῶν καὶ κακῶν ἦρξεν, ἄνδρες. φοιτῶν γὰρ Εὐκτήμων ἐπὶ τὸ ἐνοίκιον ἑκάστοτε τὰ πολλὰ διέτριβεν ἐν τῇ συνοικίᾳ, ἐνίοτε δὲ καὶ ἐσιτεῖτο μετὰ τῆς ἀνθρώπου, καταλιπὼν καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ τὴν οἰκίαν ἣν ᾤκει. χαλεπῶς δὲ φερούσης τῆς γυναικὸς καὶ τῶν ὑέων οὐχ ὅπως ἐπαύσατο, ἀλλὰ τελευτῶν παντελῶς διῃτᾶτο ἐκεῖ, καὶ οὕτω διετέθη εἴθʼ ὑπὸ φαρμάκων εἴθʼ ὑπὸ νόσου εἴθʼ ὑπʼ ἄλλου τινός, ὥστε ἐπείσθη ὑπʼ αὐτῆς τὸν πρεσβύτερον τοῖν παίδοιν εἰσαγαγεῖν εἰς τοὺς φράτορας ἐπὶ τῷ αὑτοῦ ὀνόματι. 6.22ἐπειδὴ δὲ οὔθʼ ὑὸς note αὐτῷ Φιλοκτήμων συνεχώρει οὔθʼ οἱ φράτορες εἰσεδέξαντο, ἀλλʼ ἀπηνέχθη τὸ κούρειον, note ὀργιζόμενος Εὐκτήμων τῷ ὑεῖ καὶ ἐπηρεάζειν βουλόμενος ἐγγυᾶται γυναῖκα Δημοκράτους τοῦ Ἀφιδναίου note ἀδελφήν, ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων εἰς τὸν οἶκον, εἰ μὴ συγχωροίη τοῦτον ἐᾶν εἰσαχθῆναι. 6.23εἰδότες δʼ οἱ ἀναγκαῖοι ὅτι ἐξ ἐκείνου μὲν οὐκ ἂν ἔτι γένοιντο παῖδες ταύτην τὴν ἡλικίαν ἔχοντος, φανήσοιντο δʼ ἄλλῳ τινὶ τρόπῳ, καὶ ἐκ τούτων ἔσοιντο ἔτι μείζους διαφοραί, ἔπειθον, ἄνδρες, τὸν Φιλοκτήμονα ἐᾶσαι εἰσαγαγεῖν τοῦτον τὸν παῖδα ἐφʼ οἷς ἐζήτει Εὐκτήμων, χωρίον ἓν δόντα. 6.24καὶ Φιλοκτήμων αἰσχυνόμενος μὲν ἐπὶ τῇ τοῦ πατρὸς ἀνοίᾳ, ἀπορῶν δʼ τι χρήσαιτο τῷ παρόντι κακῷ, οὐκ ἀντέλεγεν οὐδέν. ὁμολογηθέντων δὲ τούτων, καὶ εἰσαχθέντος τοῦ παιδὸς ἐπὶ τούτοις, ἀπηλλάγη τῆς γυναικὸς Εὐκτήμων, καὶ ἐπεδείξατο ὅτι οὐ παίδων ἕνεκα ἐγάμει, ἀλλʼ ἵνα τοῦτον εἰσαγάγοι. 6.25τί γὰρ ἔδει αὐτὸν γαμεῖν, Ἀνδρόκλεις, εἴ περ οἵδε ἦσαν ἐξ αὐτοῦ note καὶ γυναικὸς ἀστῆς, ὡς σὺ μεμαρτύρηκας; τίς γὰρ ἂν γνησίους ὄντας οἷός τε ἦν κωλῦσαι εἰσαγαγεῖν; διὰ τί ἐπὶ ῥητοῖς αὐτὸν εἰσήγαγε, τοῦ νόμου κελεύοντος ἅπαντας τοὺς γνησίους ἰσομοίρους εἶναι τῶν πατρῴων; 6.26 διὰ τί τὸν μὲν πρεσβύτερον τοῖν παίδοιν ἐπὶ ῥητοῖς εἰσήγαγε, τοῦ δὲ νεωτέρου ἤδη γεγονότος οὐδὲ λόγον ἐποιεῖτο ζῶντος Φιλοκτήμονος οὔτε πρὸς αὐτὸν ἐκεῖνον οὔτε πρὸς τοὺς οἰκείους; οὓς σὺ νῦν διαρρήδην μεμαρτύρηκας γνησίους εἶναι καὶ κληρονόμους τῶν Εὐκτήμονος. ταῦτα τοίνυν ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὰς μαρτυρίας.Μαρτυρίαι

6.27μετὰ ταῦτα τοίνυν Φιλοκτήμων τριηραρχῶν περὶ Χίον ἀποθνῄσκει ὑπὸ τῶν πολεμίων· δʼ Εὐκτήμων ὕστερον χρόνῳ πρὸς τοὺς κηδεστὰς εἶπεν ὅτι βούλοιτο τὰ πρὸς τὸν ὑόν οἱ πεπραγμένα γράψας καταθέσθαι. καὶ μὲν Φανόστρατος ἐκπλεῖν ἔμελλε τριηραρχῶν μετὰ Τιμοθέου, καὶ ναῦς αὐτῷ ἐξώρμει Μουνυχίασι, note καὶ κηδεστὴς Χαιρέας παρὼν συναπέστελλεν αὐτόν· δʼ Εὐκτήμων παραλαβών τινας ἧκεν οὗ ἐξώρμει ναῦς, καὶ γράψας διαθήκην, ἐφʼ οἷς εἰσήγαγε τὸν παῖδα, κατατίθεται μετὰ τούτων παρὰ Πυθοδώρῳ Κηφισιεῖ, προσήκοντι αὑτῷ. 6.28καὶ ὅτι μέν, ἄνδρες, οὐχ ὡς περὶ γνησίων ἔπραττεν Εὐκτήμων, note Ἀνδροκλῆς μεμαρτύρηκε, καὶ αὐτὸ τοῦτο ἱκανὸν τεκμήριον· τοῖς γὰρ φύσει ὑέσιν αὑτοῦ οὐδεὶς οὐδενὸς note ἐν διαθήκῃ γράφει δόσιν οὐδεμίαν, διότι νόμος αὐτὸς ἀποδίδωσι τῷ ὑεῖ τὰ τοῦ πατρὸς καὶ οὐδὲ διαθέσθαι ἐᾷ ὅτῳ ἂν ὦσι παῖδες γνήσιοι.

6.29κειμένου δὲ τοῦ γραμματείου σχεδὸν δύʼ ἔτη καὶ τοῦ Χαιρέου τετελευτηκότος, ὑποπεπτωκότες οἵδε τῇ ἀνθρώπῳ, καὶ ὁρῶντες ἀπολλύμενον τὸν οἶκον καὶ τὸ γῆρας καὶ τὴν ἄνοιαν τοῦ Εὐκτήμονος, ὅτι εἴη αὐτοῖς ἱκανὴ ἀφορμή, συνεπιτίθενται. 6.30καὶ πρῶτον μὲν πείθουσι τὸν Εὐκτήμονα τὴν μὲν διαθήκην ἀνελεῖν ὡς οὐ χρησίμην οὖσαν τοῖς παισί· τῆς γὰρ φανερᾶς οὐσίας οὐδένα κύριον ἔσεσθαι τελευτήσαντος Εὐκτήμονος ἄλλον τὰς θυγατέρας καὶ τοὺς ἐκ τούτων γεγονότας· εἰ δὲ ἀποδόμενός τι τῶν ὄντων ἀργύριον καταλίποι, τοῦτο βεβαίως ἕξειν αὐτούς. 6.31ἀκούσας δʼ Εὐκτήμων εὐθὺς ἀπῄτει τὸν Πυθόδωρον τὸ γραμματεῖον, καὶ προσεκαλέσατο εἰς ἐμφανῶν κατάστασιν. καταστάντος δὲ ἐκείνου πρὸς τὸν ἄρχοντα, ἔλεγεν ὅτι βούλοιτʼ ἀνελέσθαι τὴν διαθήκην. 6.32ἐπειδὴ δʼ Πυθόδωρος ἐκείνῳ μὲν καὶ τῷ Φανοστράτῳ παρόντι ὡμολόγει ἀναιρεῖν, τοῦ δὲ Χαιρέου τοῦ συγκαταθεμένου θυγάτηρ ἦν μία, ἧς ἐπειδὴ κύριος κατασταίη, τότε ἠξίου ἀνελεῖν, καὶ ἄρχων οὕτως ἐγίγνωσκε, διομολογησάμενος Εὐκτήμων ἐναντίον τοῦ ἄρχοντος καὶ τῶν παρέδρων καὶ ποιησάμενος πολλοὺς μάρτυρας ὡς οὐκέτʼ αὐτῷ κέοιτο διαθήκη, ᾤχετο ἀπιών. 6.33καὶ ἐν πάνυ ὀλίγῳ χρόνῳ, οὗπερ ἕνεκα οὗτοι λῦσαι αὐτὸν ἔπεισαν, ἀποδίδοται note ἀγρὸν μὲν Ἀθμονοῖ πέντε καὶ ἑβδομήκοντα μνῶν Ἀντιφάνει, τὸ δʼ ἐν Σηραγγίῳ βαλανεῖον τρισχιλίων Ἀριστολόχῳ· οἰκίαν δὲ ἐν ἄστει τεττάρων καὶ τεσσαράκοντα μνῶν ὑποκειμένην ἀπέλυσε τῷ ἱεροφάντῃ. ἔτι δὲ αἶγας ἀπέδοτο σὺν τῷ αἰπόλῳ τριῶν καὶ δέκα μνῶν, καὶ ζεύγη δύο ὀρικά, τὸ μὲν ὀκτὼ μνῶν τὸ δὲ πεντήκοντα καὶ πεντακοσίων δραχμῶν, καὶ δημιουργοὺς ὅσοι ἦσαν αὐτῷ. 6.34σύμπαντα δὲ πλείονος τριῶν ταλάντων, ἐπράθη διὰ ταχέων πάνυ τελευτήσαντος Φιλοκτήμονος. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, καθʼ ἕκαστον ὑμῖν τῶν εἰρημένων πρῶτον καλῶ τοὺς μάρτυρας.<Μάρτυρες>

6.35ταῦτα μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε· περὶ δὲ τῶν ὑπολοίπων εὐθὺς ἐπεβούλευον, καὶ πάντων δεινότατον πρᾶγμα κατεσκεύασαν, ἄξιόν ἐστι προσέχειν τὸν νοῦν. ὁρῶντες γὰρ τὸν Εὐκτήμονα κομιδῇ ἀπειρηκότα ὑπὸ γήρως καὶ οὐδʼ <ἐκ> note τῆς κλίνης ἀνίστασθαι δυνάμενον, ἐσκόπουν ὅπως καὶ τελευτήσαντος ἐκείνου διʼ αὑτῶν note ἔσοιτο οὐσία. 6.36καὶ τί ποιοῦσιν; ἀπογράφουσι τὼ παῖδε τούτω πρὸς τὸν ἄρχοντα ὡς εἰσποιήτω τοῖς τοῦ Εὐκτήμονος ὑέσι τοῖς τετελευτηκόσιν, ἐπιγράψαντες σφᾶς αὐτοὺς ἐπιτρόπους, καὶ μισθοῦν ἐκέλευον τὸν ἄρχοντα τοὺς οἴκους ὡς ὀρφανῶν ὄντων, ὅπως ἐπὶ τοῖς τούτων ὀνόμασι τὰ μὲν μισθωθείη τῆς οὐσίας, τὰ δὲ ἀποτιμήματα κατασταθείη καὶ ὅροι τεθεῖεν ζῶντος ἔτι τοῦ Εὐκτήμονος, μισθωταὶ δὲ αὐτοὶ note γενόμενοι τὰς προσόδους λαμβάνοιεν. 6.37καὶ ἐπειδὴ πρῶτον τὰ δικαστήρια ἐπληρώθη, μὲν ἄρχων προεκήρυττεν, οἱ δʼ ἐμισθοῦντο. παραγενόμενοι δέ τινες ἐξαγγέλλουσι τοῖς οἰκείοις τὴν ἐπιβουλήν, καὶ ἐλθόντες ἐδήλωσαν τὸ πρᾶγμα τοῖς δικασταῖς, καὶ οὕτως ἀπεχειροτόνησαν οἱ δικασταὶ μὴ μισθοῦν τοὺς οἴκους· εἰ δʼ ἔλαθεν, ἀπωλώλει note ἂν ἅπασα οὐσία. καί μοι κάλει τοὺς παραγενομένους μάρτυρας.Μάρτυρες

6.38πρὶν μὲν τοίνυν τούτους γνωρίσαι τὴν ἄνθρωπον καὶ μετʼ ἐκείνης ἐπιβουλεῦσαι Εὐκτήμονι, οὕτω πολλὴν οὐσίαν ἐκέκτητο Εὐκτήμων μετὰ τοῦ ὑέος Φιλοκτήμονος, ὥστε ἅμα τά τε note μέγιστα ὑμῖν λῃτουργεῖν ἀμφοτέρους τῶν τε ἀρχαίων μηδὲν πραθῆναι τῶν τε προσόδων περιποιεῖν, ὥστε ἀεί τι προσκτᾶσθαι· ἐπειδὴ δʼ ἐτελεύτησε Φιλοκτήμων, οὕτω διετέθη οὐσία, ὥστε τῶν ἀρχαίων μηδὲ τὰ ἡμίσεα εἶναι λοιπὰ καὶ τὰς προσόδους ἁπάσας ἠφανίσθαι. 6.39καὶ οὐδὲ ταῦτα ἐξήρκεσεν αὐτοῖς διαφορῆσαι, ἄνδρες, ἀλλʼ ἐπειδὴ καὶ ἐτελεύτησεν Εὐκτήμων, εἰς τοῦτο ἦλθον τόλμης ὥστʼ ἐκείνου κειμένου ἔνδον τοὺς μὲν οἰκέτας ἐφύλαττον, ὅπως μηδεὶς ἐξαγγείλειε μήτε τοῖν note θυγατέροιν μήτε τῇ γυναικὶ αὐτοῦ μήτε τῶν οἰκείων μηδενί, τὰ δὲ χρήματα ἔνδοθεν ἐξεφορήσαντο μετὰ τῆς ἀνθρώπου εἰς τὴν ὁμότοιχον οἰκίαν, ἣν ᾤκει μεμισθωμένος εἷς τούτων, Ἀντίδωρος ἐκεῖνος. 6.40καὶ οὐδʼ ἐπειδὴ ἑτέρων πυθόμεναι ἦλθον αἱ θυγατέρες αὐτοῦ καὶ γυνή, οὐδὲ τότε εἴων note εἰσιέναι, ἀλλʼ ἀπέκλεισαν τῇ θύρᾳ, note φάσκοντες οὐ προσήκειν αὐταῖς θάπτειν Εὐκτήμονα· καὶ οὐδʼ εἰσελθεῖν ἐδύναντο, εἰ μὴ μόλις καὶ περὶ ἡλίου δυσμάς. 6.41εἰσελθοῦσαι δὲ κατέλαβον ἐκεῖνον μὲν ἔνδον ἔνδον κείμενον δευτεραῖον, ὡς ἔφασαν οἱ οἰκέται, τὰ δʼ ἐκ τῆς οἰκίας ἅπαντα ἐκπεφορημένα ὑπὸ τούτων. αἱ μὲν οὖν γυναῖκες, οἷον εἰκός, περὶ τὸν τετελευτηκότα ἦσαν· οὗτοι δὲ τοῖς ἀκολουθήσασι παραχρῆμα ἐπεδείκνυσαν τὰ ἔνδον ὡς εἶχε, καὶ τοὺς οἰκέτας πρῶτον ἠρώτων ἐναντίον τούτων ὅποι note τετραμμένα εἴη τὰ χρήματα. 6.42λεγόντων δὲ ἐκείνων ὅτι οὗτοι ἐξενηνοχότες εἶεν εἰς τὴν πλησίον οἰκίαν, καὶ ἀξιούντων παραχρῆμα τῶνδε φωρᾶν note κατὰ τὸν νόμον καὶ τοὺς οἰκέτας ἐξαιτούντων τοὺς ἐκφορήσαντας, οὐκ ἠθέλησαν τῶν δικαίων οὐδὲν ποιῆσαι. καὶ ὅτι ἀληθῆ λέγω, λαβὲ ταυτὶ καὶ ἀνάγνωθι.<Μαρτυρίαι>

6.43τοσαῦτα μὲν τοίνυν χρήματα ἐκ τῆς οἰκίας ἐκφορήσαντες, τοσαύτης δʼ οὐσίας πεπραμένης τὴν τιμὴν ἔχοντες, ἔτι δὲ τὰς προσόδους τὰς ἐν ἐκείνῳ τῷ χρόνῳ γενομένας διαφορήσαντες, οἴονται καὶ τῶν λοιπῶν κύριοι γενήσεσθαι· καὶ εἰς τοῦτο ἀναιδείας ἥκουσιν, ὥστʼ εὐθυδικίᾳ μὲν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ διεμαρτύρουν ὡς ὑπὲρ γνησίων ἅμα μὲν τὰ ψευδῆ ἅμα δὲ τἀναντία οἷς αὐτοὶ ἔπραξαν· 6.44οἵτινες πρὸς μὲν τὸν ἄρχοντα ἀπέγραψαν αὐτοὺς ὡς ὄντας τὸν μὲν Φιλοκτήμονος τὸν δʼ Ἐργαμένους, νῦν δὲ διαμεμαρτυρήκασιν Εὐκτήμονος εἶναι. καίτοι οὐδʼ εἰ γνήσιοι ἦσαν, εἰσποίητοι δέ, ὡς οὗτοι ἔφασαν, οὐδʼ οὕτω προσήκει note αὐτοὺς Εὐκτήμονος εἶναι· γὰρ νόμος οὐκ ἐᾷ ἐπανιέναι, ἐὰν μὴ ὑὸν καταλίπῃ γνήσιον. ὥστε καὶ ἐξ ὧν αὐτοὶ ἔπραξαν ἀνάγκη τὴν μαρτυρίαν ψευδῆ εἶναι. 6.45καὶ εἰ μὲν τότε διεπράξαντο note μισθωθῆναι τοὺς οἴκους, οὐκ ἂν ἔτι ἦν τοῖσδε ἀμφισβητῆσαι· νῦν δὲ ἀποχειροτονησάντων τῶν δικαστῶν ὡς οὐδὲν αὐτοῖς προσῆκον, note οὐδὲ ἀμφισβητῆσαι τετολμήκασιν, ἀλλὰ πρὸς ὑπερβολὴν ἀναισχυντίας προσμεμαρτυρήκασι τούτους εἶναι κληρονόμους, οὓς ὑμεῖς ἀπεχειροτονήσατε.

6.46ἔτι δὲ καὶ τοῦ μάρτυρος αὐτοῦ σκέψασθε τὴν τόλμαν καὶ ἀναίδειαν, ὅστις εἴληχε μὲν αὑτῷ τῆς θυγατρὸς τῆς Εὐκτήμονος ὡς οὔσης ἐπικλήρου, καὶ αὐτοῦ τοῦ κλήρου τοῦ Εὐκτήμονος πέμπτου μέρους ὡς ἐπιδίκου ὄντος, μεμαρτύρηκε δʼ Εὐκτήμονος ὑὸν εἶναι γνήσιον. καίτοι πῶς οὗτος οὐ σαφῶς ἐξελέγχει αὐτὸς αὑτὸν τὰ ψευδῆ μεμαρτυρηκότα; οὐ γὰρ δήπου γνησίου ὄντος ὑέος Εὐκτήμονι ἐπίκληρος ἂν ἦν θυγάτηρ αὐτοῦ, οὐδὲ κλῆρος ἐπίδικος. ὡς τοίνυν ἔλαχε ταύτας τὰς λήξεις, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας.<Μαρτυρίαι>

6.47τοὐναντίον τοίνυν συμβέβηκεν ὡς νόμος γέγραπται· ἐκεῖ μὲν γὰρ ἐστι νόθῳ μηδὲ νόθῃ <μὴ> note εἶναι ἀγχιστείαν μήθʼ ἱερῶν μήθʼ ὁσίων ἀπʼ Εὐκλείδου ἄρχοντος, Ἀνδροκλῆς note δὲ καὶ Ἀντίδωρος οἴονται δεῖν, ἀφελόμενοι τὰς Εὐκτήμονος θυγατέρας τὰς γνησίας καὶ τοὺς ἐκ τούτων γεγονότας, τόν τε Εὐκτήμονος οἶκον καὶ τὸν Φιλοκτήμονος ἔχειν. 6.48καὶ διαφθείρασα τὴν Εὐκτήμονος γνώμην καὶ πολλῶν ἐγκρατὴς γενομένη οὕτως ὑβρίζει σφόδρα πιστεύουσα τούτοις, ὥστε οὐ μόνον τῶν Εὐκτήμονος οἰκείων καταφρονεῖ, ἀλλὰ καὶ τῆς πόλεως ἁπάσης. ἀκούσαντες δὲ ἓν μόνον σημεῖον ῥᾳδίως γνώσεσθε τὴν ἐκείνης παρανομίαν. καί μοι λαβὲ τοῦτον τὸν νόμον.<Νόμος>

6.49ταυτὶ τὰ γράμματα, ἄνδρες, ὑμεῖς, οὕτω σεμνὰ καὶ εὐσεβῆ ἐνομοθετήσατε, περὶ πολλοῦ ποιούμενοι καὶ πρὸς ταύτας note καὶ πρὸς τοὺς ἄλλους θεοὺς εὐσεβεῖν· δὲ τούτων μήτηρ, οὕτως ὁμολογουμένως note οὖσα δούλη καὶ ἅπαντα τὸν χρόνον αἰσχρῶς βιοῦσα, 6.50ἣν οὔτε note παρελθεῖν εἴσω τοῦ ἱεροῦ ἔδει οὔτʼ note ἰδεῖν τῶν ἔνδον οὐδέν, οὔσης τῆς θυσίας ταύταις ταῖς θεαῖς ἐτόλμησε συμπέμψαι τὴν πομπὴν καὶ εἰσελθεῖν εἰς τὸ ἱερὸν καὶ ἰδεῖν οὐκ ἐξῆν note αὐτῇ. ὡς δὲ ἀληθῆ λέγω, ἐκ τῶν ψηφισμάτων γνώσεσθε ἐψηφίσατο βουλὴ περὶ αὐτῆς. λαβὲ τὸ ψήφισμα.Ψήφισμα

6.51ἐνθυμεῖσθαι τοίνυν χρή, ἄνδρες, πότερον δεῖ τὸν ἐκ ταύτης τῶν Φιλοκτήμονος εἶναι κληρονόμον καὶ ἐπὶ τὰ μνήματα ἰέναι χεόμενον καὶ ἐναγιοῦντα, τὸν ἐκ τῆς ἀδελφῆς τοῦτον, ὃν ὑὸν αὐτὸς ἐποιήσατο· καὶ πότερον δεῖ τὴν ἀδελφὴν Φιλοκτήμονος, Χαιρέᾳ συνῴκησε, νῦν δὲ χηρεύει, ἐπὶ τούτοις γενέσθαι ἐκδοῦναι ὅτῳ βούλονται ἐᾶν καταγηράσκειν, γνησίαν οὖσαν ὑφʼ ὑμῶν ἐπιδικασθεῖσαν συνοικεῖν ὅτῳ ἂν ὑμῖν δοκῇ. 6.52 γὰρ ψῆφός ἐστι περὶ τούτων νυνί. τουτὶ γὰρ αὐτοῖς διαμαρτυρία δύναται, ἵνʼ κίνδυνος τοῖσδε μὲν περὶ πάντων, note οὗτοι δὲ κἂν νῦν διαμάρτωσι τοῦ ἀγῶνος, δόξῃ δὲ κλῆρος ἐπίδικος εἶναι, ἀντιγραψάμενοι δὶς περὶ τῶν αὐτῶν ἀγωνίζωνται, καίτοι εἰ μὲν διέθετο Φιλοκτήμων μὴ ἐξὸν αὐτῷ, τοῦτʼ αὐτὸ ἐχρῆν διαμαρτυρεῖν, ὡς οὐ κύριος ἦν ὑὸν τόνδε ποιήσασθαι· εἰ δʼ ἔξεστι μὲν διαθέσθαι, ἀμφισβητεῖ δὲ ὡς οὐ δόντος οὐδὲ διαθεμένου, μὴ διαμαρτυρίᾳ κωλύειν ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι. 6.53νῦν δὲ πῶς ἄν τις περιφανέστερον ἐξελεγχθείη τὰ ψευδῆ μεμαρτυρηκὼς εἴ τις αὐτὸν ἔροιτοἈνδρόκλεις, πῶς οἶσθα Φιλοκτήμονʼ note ὅτι οὔτε διέθετο οὔτε ὑὸν Χαιρέστρατον ἐποιήσατο;” οἷς μὲν γάρ τις παρεγένετο, δίκαιον, ἄνδρες, μαρτυρεῖν, οἷς δὲ μὴ παρεγένετο ἀλλʼ ἤκουσέ τινος, ἀκοὴν μαρτυρεῖν· 6.54σὺ δʼ οὐ παραγενόμενος διαρρήδην μεμαρτύρηκας ὡς οὐ διέθετο Φιλοκτήμων, ἀλλʼ ἄπαις ἐτελεύτησε. καίτοι πῶς οἷόν τε εἰδέναι, ἄνδρες; ὅμοιον γὰρ ὥσπερ ἂν εἰ φαίη εἰδέναι, καὶ μὴ παραγενόμενος, ὅσα ὑμεῖς πάντες πράττετε. οὐ γὰρ δὴ τοῦτό γε ἐρεῖ, καίπερ ἀναίσχυντος ὤν, ὡς ἅπασι παρεγένετο καὶ πάντʼ οἶδεν ὅσα Φιλοκτήμων ἐν τῷ βίῳ διεπράξατο. 6.55πάντων γὰρ αὐτὸν ἐκεῖνος ἔχθιστον ἐνόμιζε διά <τε> note τὴν ἄλλην πονηρίαν, καὶ διότι τῶν συγγενῶν μόνος μετὰ τῆς Ἀλκῆς ἐκείνης τούτῳ καὶ τοῖς ἄλλοις συνεπιβουλεύσας τοῖς τοῦ Εὐκτήμονος χρήμασι τοιαῦτα διεπράξατο, οἷά περ ὑμῖν ἀπέδειξα.

6.56πάντων δὲ μάλιστα ἀγανακτῆσαί ἐστιν ἄξιον, ὅταν οὗτοι καταχρῶνται τῷ Εὐκτήμονος ὀνόματι τοῦ τουδὶ πάππου. note εἰ γάρ, ὡς οὗτοι λέγουσι, τῷ μὲν Φιλοκτήμονι μὴ ἐξῆν διαθέσθαι, τοῦ δʼ Εὐκτήμονός ἐστιν κλῆρος, πότερον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας, ὁμολογουμένως οὔσας γνησίας, καὶ ἡμᾶς τοὺς ἐκ τούτων γεγονότας, τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼ note ἡμῶν ἐλέγχονται, 6.57ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί; τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ἄνδρες, ὅπερ ὀλίγῳ πρότερον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶ note μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δʼ αὐτὸς note ἐφʼ ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου· καὶ ταῦτα μεμαρτύρηται ὑμῖν. 6.58καίτοι πῶς οὐ δεινόν, ἄνδρες, πρὸς θεῶν Ὀλυμπίων, εἰ μὲν οἱ παῖδές εἰσι γνήσιοι, τὸν ἐπίτροπον ἑαυτῷ λαγχάνειν τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπιδίκου, εἰ δὲ μή εἰσι γνήσιοι, νῦν διαμεμαρτυρηκέναι ὡς εἰσὶ γνήσιοι; ταῦτα γὰρ αὐτὰ ἑαυτοῖς ἐναντία ἐστίν. note ὥστʼ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχεται τὰ ψευδῆ διαμεμαρτυρηκώς, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς πράττει. 6.59καὶ τούτῳ μὲν οὐδεὶς διαμαρτυρεῖ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι <ἐξῆν>, note οὗτος δʼ ἅπαντας ἀποστερεῖ τῆς ἀμφισβητήσεως. καὶ διαρρήδην μαρτυρήσας γνησίους τοὺς παῖδας εἶναι, οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι καὶ κατὰ μικρόν τι ἐπιμνησθῇ, ἡμῖν δὲ λοιδορήσηται note μεγάλῃ τῇ φωνῇ καὶ λέγῃ note ὡς εἰσὶν οἵδε μὲν πλούσιοι αὐτὸς δὲ πένης, διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους. 6.60τῆς δὲ τούτων οὐσίας, ἄνδρες, εἰς τὴν πόλιν πλείω ἀναλίσκεται εἰς αὐτοὺς τούτους. καὶ Φανόστρατος μὲν τετριηράρχηκεν ἑπτάκις ἤδη, τὰς δὲ λῃτουργίας ἁπάσας λελῃτούργηκε καὶ τὰς πλείστας νίκας νενίκηκεν· οὑτοσὶ δὲ Χαιρέστρατος τηλικοῦτος ὢν τετριηράρχηκε, κεχορήγηκε δὲ τραγῳδοῖς, γεγυμνασιάρχηκε δὲ λαμπάδι· καὶ τὰς εἰσφορὰς εἰσενηνόχασιν note ἀμφότεροι πάσας ἐν τοῖς τριακοσίοις. καὶ τέως μὲν δύʼ ὄντες, νῦν δὲ καὶ νεώτερος οὑτοσὶ χορηγεῖ μὲν τραγῳδοῖς, εἰς δὲ τοὺς τριακοσίους ἐγγέγραπται καὶ εἰσφέρει τὰς εἰσφοράς. 6.61ὥστʼ οὐ φθονεῖσθαί εἰσιν ἄξιοι, ἀλλὰ πολὺ μᾶλλον νὴ Δία καὶ τὸν Ἀπόλλω οὗτοι, εἰ λήψονται μὴ προσήκει αὐτοῖς. τοῦ γὰρ Φιλοκτήμονος κλήρου ἂν μὲν ἐπιδικάσηται ὅδε, ὑμῖν αὐτὸν ταμιεύσει, τὰ προσταττόμενα λῃτουργῶν ὥσπερ καὶ νῦν καὶ ἔτι μᾶλλον· ἐὰν δʼ οὗτοι λάβωσι, διαφορήσαντες ἑτέροις ἐπιβουλεύσουσι.

6.62δέομαι οὖν ὑμῶν, ἄνδρες, ἵνα μὴ ἐξαπατηθῆτε, τῇ διαμαρτυρίᾳ τὸν νοῦν προσέχειν περὶ ἧς τὴν ψῆφον οἴσετε· καὶ πρὸς ταύτην αὐτὸν κελεύετε τὴν ἀπολογίαν ποιεῖσθαι, ὥσπερ καὶ ἡμεῖς κατηγορήσαμεν. γέγραπται ὡς οὐκ ἔδωκεν οὐδὲ διέθετο Φιλοκτήμων· τοῦτο ἐπιδέδεικται ψεῦδος ὄν· καὶ γὰρ δοὺς καὶ διαθέμενος καὶ μαρτυροῦσιν οἱ παραγενόμενοι. 6.63τί ἔτι; τελευτῆσαι ἄπαιδα Φιλοκτήμονα. πῶς οὖν ἄπαις ἦν ὅστις note τὸν ἑαυτοῦ ἀδελφιδοῦν ὑὸν ποιησάμενος κατέλιπεν, ὁμοίως νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις; καὶ διαρρήδην ἐν τῷ νόμῳ γέγραπται, ἐὰν ποιησαμένῳ παῖδες ἐπιγένωνται, τὸ μέρος ἑκάτερον ἔχειν τῆς οὐσίας καὶ κληρονομεῖν ὁμοίως ἀμφοτέρους. 6.64ὡς οὖν εἰσὶ γνήσιοι οἱ παῖδες οἵδε, τοῦτʼ αὐτὸ ἐπιδεικνύτω, ὥσπερ ἂν ὑμῶν ἕκαστος. οὐ γὰρ ἂν εἴπῃ μητρὸς ὄνομα, γνήσιοί εἰσιν, note ἀλλʼ ἐὰν ἐπιδεικνύῃ ὡς ἀληθῆ λέγει, τοὺς συγγενεῖς παρεχόμενος τοὺς εἰδότας συνοικοῦσαν τῷ Εὐκτήμονι <καὶ> note τοὺς δημότας καὶ τοὺς φράτορας, εἴ τι ἀκηκόασι πώποτε ἴσασιν ὑπὲρ αὐτῆς Εὐκτήμονα λῃτουργήσαντα, ἔτι δὲ ποῦ τέθαπται, ἐν ποίοις μνήμασι, 6.65<καὶ> note τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δʼ ἔτʼ ἰόντες οἱ παῖδες ἐναγίζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν τῶν οἰκετῶν <τῶν> note Εὐκτήμονος. ταῦτα γάρ ἐστιν ἔλεγχος note ἅπαντα, καὶ οὐ λοιδορία. καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε τὰ δίκαια γενήσεται.



Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 5 Isae. 6 (English) >>Isae. 7

Powered by PhiloLogic