Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 6 Isae. 7 (English) >>Isae. 8

7 Περὶ τοῦ Ἀπολλοδώρου κλήρου

7.hypothesisΕὔπολις καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ γεγόνασι. τούτων μὲν Μνήσων ἄπαις ἐτελεύτησεν, δὲ Θράσυλλος παῖδα καταλιπὼν Ἀπολλόδωρον· μόνος δʼ Εὔπολις καταλειφθεὶς πολλὰ τὸν Ἀπολλόδωρον ἠδίκησεν. ὅθεν Ἀρχέδαμος, πάππος τοῦ λέγοντος τὸν λόγον, τῇ τοῦ Ἀπολλοδώρου μητρὶ συνοικῶν μετὰ τὸν Θρασύλλου τοῦ ἀνδρὸς αὐτῆς θάνατον, καὶ τὸν Ἀπολλόδωρον ὡς ὀρφανὸν ἐλεῶν, πολλὰ τὸν Εὔπολιν ἀπῄτησε χρήματα ὑπὲρ ὧν Ἀπολλόδωρον ἠδίκησε. τούτων μεμνημένος Ἀπολλόδωρος εἰσήγαγεν εἰς τοὺς φράτορας θετὸν υἱὸν ἑαυτῷ Θράσυλλον τοῦτον, υἱὸν ὄντα τῆς τε ὁμομητρίας αὐτοῦ ἀδελφῆς καὶ <θυγατριδοῦν> note Ἀρχεδάμου. τοῦ δὲ Θρασύλλου ἤδη μὲν εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγεγραμμένου, οὔπω δʼ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, ἐτελεύτησεν Ἀπολλόδωρος. καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ἐγγέγραπται μὲν Θράσυλλος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐδὲν δʼ ἧττον Εὐπόλιδος θυγάτηρ, τοῦ θείου Ἀπολλοδώρου, ἀμφισβητεῖ πρὸς Θράσυλλον, λέγουσα μηδʼ ὅλως ἐγγεγράφθαι τὸν Θράσυλλον εἰς τοὺς φράτορας καὶ γεννήτας κατὰ γνώμην τοῦ Ἀπολλοδώρου, ἀλλὰ πεπλασμένην εἶναι τὴν ποίησιν. καὶ μὲν ὑπόθεσις αὕτη, δὲ στάσις στοχασμός· διὸ καλῶς πάνυ καὶ τεχνικῶς τὸν λόγον οἰκονομῶν τὴν ἔχθραν note διεξέρχεται τὴν Ἀπολλοδώρου πρὸς Εὔπολιν, ὅπερ μέγα σημεῖον γίγνεται τοῦ μὴ θέλειν αὐτὴν ὑπὸ τῆς Εὐπόλιδος θυγατρὸς κληρονομηθῆναι.

7.1ᾤμην μέν, ἄνδρες, προσήκειν οὐ τὰς τοιαύτας ἀμφισβητεῖσθαι ποιήσεις, εἴ τις αὐτὸς ζῶν καὶ εὖ φρονῶν ἐποιήσατο καὶ ἐπὶ τὰ ἱερὰ ἀγαγὼν εἰς τοὺς συγγενεῖς ἀπέδειξε καὶ εἰς τὰ κοινὰ γραμματεῖα ἐνέγραψεν, ἅπανθʼ ὅσα προσῆκεν αὐτὸς ποιήσας, ἀλλʼ εἴ τις τελευτήσειν μέλλων διέθετο, εἴ τι πάθοι, τὴν οὐσίαν ἑτέρῳ, καὶ ταῦτʼ ἐν note γράμμασι κατέθετο παρά τισι σημηνάμενος. 7.2ἐκεῖνον μὲν γὰρ τὸν τρόπον ποιησάμενος φανερὰς κατέστησε τὰς αὑτοῦ βουλήσεις, ὅλον τὸ πρᾶγμα ἐπικυρώσας, δόντων αὐτῷ τῶν νόμων· δʼ ἐν διαθήκαις σημηνάμενος ἀδήλους ἐποίησε, διὸ πολλοὶ πεπλάσθαι φάσκοντες αὐτὰς ἀμφισβητεῖν ἀξιοῦσι πρὸς τοὺς ποιηθέντας. ἔοικε δʼ οὐδὲν προὔργου τοῦτο εἶναι· καὶ γὰρ οὕτως αὐτῶν φανερῶς πεπραγμένων ὅμως ὑπὲρ τῆς θυγατρὸς τῆς Εὐπόλιδος ἥκουσι περὶ τῶν Ἀπολλοδώρου χρημάτων πρὸς ἐμὲ ἀμφισβητήσοντες. 7.3ἐγὼ δʼ εἰ μὲν ἑώρων ὑμᾶς μᾶλλον ἀποδεχομένους τὰς διαμαρτυρίας τὰς εὐθυδικίας, κἂν μάρτυρας προὐβαλόμην μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ποιησαμένου με ὑὸν Ἀπολλοδώρου κατὰ τοὺς νόμους. ἐπειδὴ δʼ οὐ διαφεύγει τὰ δίκαια μὴ οὐ κατὰ τοῦτον γιγνώσκεσθαι τὸν τρόπον καὶ παρʼ ὑμῖν, αὐτὸς note ἥκω διαλεξόμενος περὶ τῶν πεπραγμένων, ἵνα μηδεμίαν ἡμῖν note αἰτίαν περὶ τοῦ μὴ βούλεσθαι δοῦναι δίκην τοιαύτην ἐπιφέρωσιν. 7.4ἀποδείξω δὲ ὡς οὐ μόνον ἐπὶ τοῖς ἐγγυτάτω γένους τὸν κλῆρον Ἀπολλόδωρος οὐ καταλέλοιπε, πολλὰ καὶ δεινὰ ὑπὸ τούτων ἀδικηθείς, ἀλλὰ καὶ ὡς ἐμὲ ἐποιήσατο δικαίως, ὄντα ἀδελφιδοῦν, καὶ μεγάλα note εὐεργετημένος ὑφʼ ἡμῶν. δέομαι δὲ ὑμῶν, ἄνδρες, πάντων ὁμοίως εὔνοιάν τέ μοι παρασχεῖν, κἂν ἐπὶ τὸν κλῆρον ἀναιδῶς αὐτοὺς ἰόντας ἐξελέγχω, βοηθεῖν μοι τὰ δίκαια. ποιήσομαι δʼ ὡς ἂν κἀγὼ δύνωμαι note διὰ βραχυτάτων τοὺς λόγους, ἐξ ἀρχῆς ὡς ἔχει τὰ γενόμενα διδάσκων ὑμᾶς.

7.5Εὔπολις γάρ, ἄνδρες, καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ ἦσαν ὁμομήτριοι καὶ ὁμοπάτριοι. τούτοις οὐσίαν πατὴρ κατέλιπε πολλήν, ὥστε καὶ λῃτουργεῖν ἕκαστον ἀξιοῦσθαι παρʼ ὑμῖν. ταύτην ἐκεῖνοι τρεῖς ὄντες ἐνείμαντο πρὸς ἀλλήλους. τούτων τὼ δύο ἐτελευτησάτην note περὶ τὸν αὐτὸν χρόνον, μὲν Μνήσων ἐνθάδε ἄγαμος καὶ ἄπαις, δὲ Θράσυλλος τῶν ἐν Σικελίᾳ καταλεγεὶς τριηράρχων, καταλιπὼν ὑὸν note Ἀπολλόδωρον τὸν ἐμὲ νῦν ποιησάμενον. 7.6Εὔπολις οὖν μόνος αὐτῶν λειφθεὶς οὐ μικρὰ ἀπολαῦσαι τῶν χρημάτων ἠξίωσεν, ἀλλὰ τὸν μὲν Μνήσονος κλῆρον, οὗ καὶ Ἀπολλοδώρῳ προσῆκε τὸ ἡμικλήριον, πάντα εἰς αὑτὸν περιεποίησε, φάσκων αὑτῷ δοῦναι τὸν ἀδελφόν, αὐτὸν δʼ ἐκεῖνον οὕτω διῴκησεν ἐπιτροπεύων ὥστε τριῶν αὐτῷ ταλάντων δίκην ὀφλεῖν. note 7.7Ἀρχέδαμος γὰρ πάππος οὑμός, ἐξ οὗ τὴν μητέρα ἔσχε note τὴν Ἀπολλοδώρου, τήθην δὲ ἐμήν, note ὁρῶν αὐτὸν πάντων ἀποστερούμενον τῶν χρημάτων, ἔτρεφέ τε αὐτὸν παῖδα ὄνθʼ, ὡς ἑαυτὸν note καὶ τὴν μητέρα κομισάμενος, ἀνδρί τε γενομένῳ συνηγωνίσατο καὶ εἰσέπραξε τὸ ἡμικλήριον ὧν Μνήσων κατέλιπεν ὅσα τε ἐκ τῆς ἐπιτροπῆς ἀπεστέρησε, δίκας δύο ἑλών, καὶ τὴν οὐσίαν ἐποίησε κομίσασθαι τὴν αὑτοῦ πᾶσαν. 7.8καὶ διὰ ταῦτα Εὔπολις μὲν καὶ Ἀπολλόδωρος ἐχθρῶς ἔχοντες τὸν πάντα χρόνον διετέλεσαν πρὸς ἀλλήλους, δὲ πάππος οὑμὸς καὶ Ἀπολλόδωρος φιλικῶς, ὥσπερ προσῆκε. τοῖς δʼ ἔργοις ἄν τις τεκμήραιτο μάλιστα ὅτι Ἀπολλόδωρος πέπονθεν ἀντευποιεῖν ἠξίου τοὺς ἑαυτὸν εὐεργετήσαντας. συμφορᾷ γὰρ τοῦ πάππου χρησαμένου καὶ ληφθέντος εἰς τοὺς πολεμίους, καὶ χρήματα εἰσενεγκεῖν εἰς λύτρα καὶ ὁμηρεῦσαι ὑπὲρ αὐτοῦ ἠθέλησεν, ἕως οὗ εὐπορήσειεν ἐκεῖνος τἀργύριον. 7.9ἐξ εὐπόρου τε ἀπορωτέρῳ γεγενημένῳ συνδιῴκει τὰ ἐκείνου, μεταδιδοὺς ὧν εἶχεν. εἰς Κόρινθόν τε στρατεύεσθαι μέλλων, εἴ τι πάθοι, διέθετο τὴν οὐσίαν καὶ ἔδωκε τῇ ἐκείνου μὲν θυγατρί, ἐμῇ δὲ μητρί, αὑτοῦ δὲ ἀδελφῇ, διδοὺς αὐτὴν Λακρατίδῃ τῷ νῦν ἱεροφάντῃ γεγενημένῳ. τοιοῦτος ἦν ἐκεῖνος περὶ ἡμᾶς τοὺς ἐξ ἀρχῆς αὐτὸν σώσαντας. 7.10ὡς δʼ ἀληθῆ λέγω, καὶ δίκας εἷλεν Εὔπολιν δύο, τὴν μὲν ἐπιτροπῆς τὴν δὲ ἡμικληρίου, τοῦ πάππου συνηγωνισμένου καὶ λέγοντος, τά τε χρήματα ἐκομίσατο διʼ ἡμᾶς καὶ ταύτας τὰς χάριτας ἡμῖν ἀνταπέδωκε, τούτων πρῶτον βούλομαι παρασχέσθαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρο αὐτούς.Μάρτυρες

7.11αἱ μὲν οὖν παρʼ ἡμῶν εὐεργεσίαι τοιαῦται καὶ τηλικαῦται τὸ μέγεθός εἰσιν· αἱ δὲ πρὸς ἐκεῖνον ἔχθραι περὶ τοσούτων χρημάτων ἦσαν, ἃς οὐχ οἷόν τʼ εἰπεῖν ὡς διελύσαντο καὶ φίλοι ἐγένοντο. μεγάλα γὰρ τεκμήρια αὐτῶν ἐστιν· Εὔπολις γὰρ αὐτῷ δυοῖν θυγατέρων οὐσῶν καὶ ἐκ τῶν αὐτῶν αὐτῷ γεγονὼς καὶ χρήμαθʼ ὁρῶν κεκτημένον, οὐδετέραν αὐτῷ τούτων ἔδωκε. 7.12καίτοι δοκοῦσιν ἐπιγαμίαι καὶ μὴ συγγενεῖς ἄνδρας ἀλλὰ καὶ τοὺς τυχόντας ἀπαλλάττειν μεγάλης διαφορᾶς, ὅταν περὶ πλείστου ποιοῦνται, ταῦτʼ ἀλλήλοις ἐγχειρίζωσιν. εἴτʼ οὖν Εὔπολις γεγένηται αἴτιος <δοῦναι> note μὴ βουληθείς, εἴτʼ Ἀπολλόδωρος λαβεῖν μὴ ἐθελήσας, τὰς ἔχθρας, ὅτι διέμειναν, τὸ ἔργον δεδήλωκε.

7.13καὶ περὶ μὲν τῆς ἐκείνων διαφορᾶς ἱκανοὺς εἶναι νομίζω καὶ τοὺς εἰρημένους λόγους· οἶδα γὰρ ὅτι καὶ ὑμῶν ὅσοι πρεσβύτεροι μνημονεύουσιν ὅτι ἐγένοντο ἀντίδικοι· τό τε γὰρ μέγεθος τῶν δικῶν, καὶ διότι πολὺ αὐτὸν Ἀρχέδαμος εἷλεν, ἐπιφάνειάν τινα ἐποίησεν. ὡς δὲ ἐμὲ ἐποιήσατο ὑὸν ζῶν αὐτὸς καὶ κύριον τῶν αὑτοῦ κατέστησε καὶ εἰς τοὺς γεννήτας καὶ εἰς τοὺς φράτορας ἐνέγραψε, τούτοις ἤδη μοι τὸν νοῦν προσέχετε, ἄνδρες. 7.14Ἀπολλοδώρῳ γὰρ ἦν ὑός, ὃν ἐκεῖνος καὶ ἤσκει καὶ διʼ ἐπιμελείας εἶχεν, ὥσπερ καὶ προσῆκον ἦν. ἕως μὲν οὖν ἐκεῖνος ἔζη, διάδοχον τῆς οὐσίας ἤλπιζεν αὐτὸν καταστήσειν τῆς ἑαυτοῦ· ἐπειδὴ δὲ ἐτελεύτησε νοσήσας τοῦ ἐξελθόντος ἐνιαυτοῦ μηνὸς Μαιμακτηριῶνος, ἐπὶ τοῖς παροῦσιν ἀθυμήσας καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ καταμεμψάμενος οὐκ ἐπελάθετο ὑφʼ ὧν καὶ ἐξ ἀρχῆς εὖ πεπονθὼς ἦν, ἀλλʼ ἐλθὼν ὡς note τὴν ἐμὴν μητέρα ἑαυτοῦ δὲ ἀδελφήν, ἣν περὶ πλείστου πάντων ἐποιεῖτο, λαβεῖν ἠξίωσέ με ὑὸν καὶ ᾔτησε καὶ ἔτυχεν. 7.15οὕτω δʼ ἐπείσθη ταῦτα ποιῆσαι διὰ ταχέων, ὥστʼ εὐθέως με λαβὼν ᾤχετʼ ἔχων πρὸς αὑτὸν καὶ πάντα τὰ αὑτοῦ διοικεῖν παρέδωκεν, ὡς αὐτὸς μὲν οὐδὲν ἂν ἔτι πρᾶξαι τούτων δυνηθείς, ἐμοῦ δὲ ταῦτα πάντα οἵου τε ἐσομένου ποιεῖν. καὶ ἐπειδὴ Θαργήλια note ἦν, ἤγαγέ με ἐπὶ τοὺς βωμοὺς εἰς τοὺς γεννήτας τε καὶ φράτορας. 7.16ἔστι δʼ αὐτοῖς νόμος αὐτός, ἐάν τέ τινα φύσει γεγονότα εἰσάγῃ τις ἐάν τε ποιητόν, ἐπιτιθέναι πίστιν κατὰ τῶν ἱερῶν μὴν ἐξ ἀστῆς εἰσάγειν καὶ γεγονότα ὀρθῶς καὶ τὸν ὑπάρχοντα φύσει καὶ τὸν ποιητόν· ποιήσαντος δὲ τοῦ εἰσάγοντος ταῦτα μηδὲν ἧττον διαψηφίζεσθαι καὶ τοὺς ἄλλους, κἂν δόξῃ, τότʼ εἰς τὸ κοινὸν γραμματεῖον ἐγγράφειν, πρότερον δὲ μή· τοιαύτας ἀκριβείας ἔχει τὰ δίκαια τὰ παρʼ αὐτοῖς. 7.17τοῦ νόμου δὴ note οὕτως ἔχοντος, καὶ τῶν φρατόρων τε καὶ γεννητῶν ἐκείνῳ οὐκ ἀπιστούντων ἐμέ τε οὐκ ἀγνοούντων, ὅτι ἦν ἐξ ἀδελφῆς αὐτῷ γεγονώς, ἐγγράφουσί με εἰς τὸ κοινὸν γραμματεῖον ψηφισάμενοι πάντες, ἐπιθέντος ἐκείνου τὴν πίστιν καθʼ ἱερῶν. καὶ οὕτω μὲν ὑπὸ ζῶντος ἐποιήθην, καὶ εἰς τὸ κοινὸν γραμματεῖον ἐνεγράφην Θράσυλλος Ἀπολλοδώρου, ποιησαμένου με ἐκείνου τοῦτον τὸν τρόπον, τῶν νόμων αὐτῷ δεδωκότων. ὡς δʼ ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας.Μαρτυρίαι

7.18οἶμαι τοίνυν, ἄνδρες, μᾶλλον ἂν ὑμᾶς τοῖς μεμαρτυρηκόσι πιστεύειν, εἰ καὶ τινες note τῶν ὁμοίως προσηκόντων ἔργοις φανερῶς μεμαρτυρήκασιν ὡς ἐκεῖνος ταῦτα ὀρθῶς καὶ κατὰ τοὺς νόμους ἔπραξε. κατέλιπε γὰρ Εὔπολις θυγατέρας δύο, ταύτην τε νῦν ἀμφισβητεῖ καὶ Προνάπει συνοικεῖ, καὶ ἄλλην ἣν ἔσχεν Αἰσχίνης Λουσιεύς, τετελεύτηκεν ὑὸν ἄνδρα ἤδη καταλιποῦσα, Θρασύβουλον. 7.19ἔστι δὲ νόμος <ὅς>, note ἐὰν ἀδελφὸς ὁμοπάτωρ ἄπαις τελευτήσῃ καὶ μὴ διαθέμενος, τήν τε ἀδελφὴν ὁμοίως, κἂν ἐξ ἑτέρας ἀδελφιδοῦς γεγονώς, ἰσομοίρους τῶν χρημάτων καθίστησι. καὶ τοῦτο οὐκ ἀγνοούμενόν ἐστιν οὐδὲ παρʼ αὐτοῖς τούτοις. ἔργῳ γὰρ οὗτοι φανερὸν τοῦτο πεποιήκασι· τοῦ γὰρ Εὐπόλιδος ὑέος ἄπαιδος Ἀπολλοδώρου τελευτήσαντος τὰ ἡμίσεα Θρασύβουλος εἴληφεν, οὐσίας καὶ πεντεταλάντου καταλειφθείσης ῥᾳδίως. 7.20πατρῴων μὲν οὖν καὶ ἀδελφοῦ χρημάτων τὸ ἴσον αὐτοῖς νόμος μετασχεῖν δίδωσιν· ἀνεψιοῦ δέ, καὶ εἴ τις ἔξω ταύτης τῆς συγγενείας ἐστίν, οὐκ ἴσον, ἀλλὰ προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν τὴν ἀγχιστείαν πεποίηκε. λέγει γάρκρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες.” ταύτῃ μὲν οὖν οὐδὲ note μέρους λαχεῖν προσῆκε, Θρασυβούλῳ δὲ ἁπάντων, εἰ μὴ κυρίαν ἡγεῖτο εἶναι τὴν ἐμὴν εἰσποίησιν. 7.21ἐκεῖνος τοίνυν οὔτε ἐξ ἀρχῆς ἠμφισβήτηκε πρὸς ἐμὲ οὐδὲν οὔτε νῦν δίκην εἴληχε περὶ αὐτῶν, ἀλλὰ ταῦτα πάντα καλῶς ἔχειν ὡμολόγηκεν· οἱ δʼ ὑπὲρ ταύτης πάντων ἀμφισβητεῖν τετολμήκασιν· εἰς τοῦτο ἀναιδείας ἐληλύθασι. λαβὲ δὴ αὐτοῖς τοὺς νόμους, παρʼ οὓς ταῦτα πεποιήκασι, καὶ ἀνάγνωθι.Νόμος
note

7.22ἐνταῦθα μὲν ὁμοίως καὶ ἀδελφὴ καὶ ἀδελφιδοῦς ἰσόμοιροι κατὰ τὸν νόμον εἰσί. λαβὲ δὴ καὶ τοῦτον, καὶ ἀναγίγνωσκε αὐτοῖς.<Νόμος>

ἐὰν μὴ ὦσιν ἀνεψιοὶ μηδὲ ἀνεψιῶν παῖδες, μηδὲ τοῦ πρὸς πατρὸς γένους note προσήκων μηδείς, τότε ἀπέδωκε τοῖς πρὸς μητρός, διορίσας οὓς δεῖ κρατεῖν. λαβὲ δὲ αὐτοῖς καὶ τοῦτον τὸν νόμον καὶ ἀνάγνωθι.Νόμος

7.23ταῦτα τῶν νόμων κελευόντων μὲν ἀνὴρ ὢν οὐδὲ μέρους note εἴληχεν, οἱ δʼ ὑπὲρ ταύτης, τῆς γυναικός, ἁπάντων· οὕτω τὴν ἀναίδειαν οὐδεμίαν ζημίαν εἶναι νομίζουσι. καὶ ὑπὲρ τούτων τολμήσουσι καὶ τοῖς λόγοις χρῆσθαι note τοιούτοις, ὡς αὐτοῖς ὅλου τοῦ κλήρου ληκτέον, ὅτι Θρασύβουλος ἐκποίητος εἰς τὸν οἶκον τὸν Ἱππολοχίδου γέγονε, λέγοντες τοῦτο μὲν ἀληθές, ἐκεῖνο δʼ οὐ προσῆκον· 7.24τί γὰρ ἧττον αὐτῷ τῆς συγγενείας ταύτης προσῆκεν; οὐ γὰρ κατὰ τὸν πατέρα ἀλλὰ κατὰ τὴν μητέρα καὶ τῶν Ἀπολλοδώρου τοῦ Εὐπόλιδος ὑέος τὸ μέρος εἴληφε· καὶ τῶνδε ἐξῆν αὐτῷ κατὰ ταύτην τὴν συγγένειαν λαγχάνειν, ὄντι προτέρῳ ταύτης, εἴπερ τὰ πεπραγμένα μὴ κυρίως ἔχειν ἐνόμιζεν. ἀλλʼ οὐκ ἔστιν ἀναίσχυντος. 7.25μητρὸς δʼ οὐδείς ἐστιν ἐκποίητος, ἀλλʼ ὁμοίως ὑπάρχει τὴν αὐτὴν εἶναι μητέρα, κἂν ἐν τῷ πατρῴῳ μένῃ τις οἴκῳ κἂν ἐκποιηθῇ. note διὸ τῶν Ἀπολλοδώρου χρημάτων οὐκ ἀπεστερήθη τοῦ μέρους, ἀλλὰ μετειλήφει τὸ ἡμικλήριον, πρὸς ταύτην νειμάμενος. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

7.26οὕτω μὲν οὐχ οἱ γεννῆται μόνον καὶ φράτορες γεγόνασι μάρτυρες τῆς ἐμῆς ποιήσεως, ἀλλὰ καὶ Θρασύβουλος οὐκ ἀμφισβητῶν αὐτὸς note ἔργῳ δεδήλωκεν ὅτι τὰ πεπραγμένα Ἀπολλοδώρῳ κυρίως ἔχειν νομίζει καὶ κατὰ τοὺς νόμους· οὐ γὰρ ἄν ποτε τοσούτων χρημάτων οὐκ ἐλάγχανε. γεγόνασι δὲ ὅμως καὶ ἄλλοι μάρτυρες αὐτῶν. note 7.27πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος, ἔλεγε πρὸς τοὺς δημότας Ἀπολλόδωρος ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν, καὶ διεκελεύεθʼ ὅπως, ἄν τι πάθῃ note πρότερον, ἐγγράψουσί note με εἰς τὸ ληξιαρχικὸν γραμματεῖον Θράσυλλον Ἀπολλοδώρου καὶ μὴ ὡς ἄλλως ποιήσουσι. note 7.28κἀκεῖνοι ταῦτα ἀκούσαντες, τούτων ἐν ἀρχαιρεσίαις κατηγορούντων καὶ λεγόντων ὡς οὐκ ἐποιήσατό με ὑόν, καὶ ἐξ ὧν ἤκουσαν καὶ ἐξ ὧν ᾔδεσαν, ὀμόσαντες καθʼ ἱερῶν ἐνέγραψάν με, καθάπερ ἐκεῖνος ἐκέλευε· τοσαύτη περιφάνεια τῆς ἐμῆς ποιήσεως ἐγένετο παρʼ αὐτοῖς. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

7.29ἐπὶ μὲν τοσούτων μαρτύρων, ἄνδρες, γέγονεν ποίησις, ἔχθρας μὲν παλαιᾶς αὐτῷ πρὸς τούτους οὔσης, φιλίας δὲ πρὸς ἡμᾶς καὶ συγγενείας οὐ μικρᾶς ὑπαρχούσης. ὡς δʼ οὐδʼ εἰ μηδέτερον τούτων ὑπῆρχε, μήτε ἔχθρα πρὸς τούτους μήτε φιλία πρὸς ἡμᾶς, οὐκ ἄν ποτε Ἀπολλόδωρος ἐπὶ τούτοις τὸν κλῆρον τοῦτον κατέλιπεν, οἶμαι καὶ ταῦθʼ ὑμῖν ῥᾳδίως ἐπιδείξειν. 7.30πάντες γὰρ οἱ τελευτήσειν μέλλοντες πρόνοιαν ποιοῦνται σφῶν αὐτῶν, ὅπως μὴ ἐξερημώσουσι τοὺς σφετέρους αὐτῶν οἴκους, ἀλλʼ ἔσται τις καὶ ἐναγιῶν καὶ πάντα τὰ νομιζόμενα αὐτοῖς ποιήσων· διὸ κἂν ἄπαιδες τελευτήσωσιν, ἀλλʼ οὖν ποιησάμενοι καταλείπουσι. καὶ οὐ μόνον ἰδίᾳ ταῦτα γιγνώσκουσιν, ἀλλὰ καὶ δημοσίᾳ τὸ κοινὸν τῆς πόλεως οὕτω ταῦτʼ ἔγνωκε· νόμῳ γὰρ τῷ ἄρχοντι τῶν οἴκων, ὅπως ἂν μὴ ἐξερημῶνται, προστάττει τὴν ἐπιμέλειαν. 7.31ἐκείνῳ δὲ πρόδηλον ἦν ὅτι εἰ καταλείψει τὸν κλῆρον ἐπὶ τούτοις, ἔρημον ποιήσει τὸν οἶκον, τί προορῶντι; ταύτας τὰς ἀδελφὰς τὸν μὲν Ἀπολλοδώρου τοῦ ἀδελφοῦ κλῆρον ἐχούσας, ἐκείνῳ δʼ οὐκ εἰσποιούσας ὄντων αὐταῖς παίδων, καὶ τοὺς μὲν ἄνδρας αὐτῶν τὴν γῆν, ἣν ἐκεῖνος κατέλιπε, καὶ τὰ κτήματα πέντε ταλάντων πεπρακότας καὶ τὸ ἀργύριον διανειμαμένους, τὸν δὲ οἶκον αἰσχρῶς οὕτω καὶ δεινῶς ἐξηρημωμένον. 7.32ὃς δὴ ταῦτʼ ᾔδει τὸν τούτων ἀδελφὸν πεπονθότα, πῶς ἂν προσεδόκησεν αὐτός, εἰ καὶ φίλος ἦν, τυχεῖν τῶν νομιζομένων ὑπʼ αὐτῶν, ἀνεψιὸς ὢν ἀλλʼ οὐκ ἀδελφὸς αὐταῖς; οὐκ ἐνῆν ἐλπίσαι δήπουθεν. ἀλλὰ μὴν ὅτι ἄπαιδα ἐκεῖνον περιεωράκασι καὶ τὰ χρήματα ἔχουσι καὶ οἶκον ἐκ τοῦ φανεροῦ τριηραρχοῦντα ἀνῃρήκασι, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.Μάρτυρες

7.33εἰ τοίνυν καὶ τοιοῦτοι τὰς φύσεις περὶ ἀλλήλους εἰσὶ καὶ ἔχθραι πρὸς Ἀπολλόδωρον τὸν ἐμὲ ποιησάμενον ὑπῆρχον αὐτοῖς note τηλικαῦται τὸ μέγεθος, τί βέλτιον ἂν ἔπραξεν ταῦτα βουλευσάμενος ἅπερ ἐποίησεν; εἰ νὴ Δία παιδίον ἐποιήσατο λαβὼν παρά του τῶν note φίλων ὄντων, καὶ τούτῳ τὴν οὐσίαν ἔδωκεν; ἀλλὰ καὶ τοῦτʼ ἦν ἄδηλον καὶ τοῖς γεννήσασιν, εἴτε σπουδαῖον εἴτε μηδενὸς ἄξιον ἔμελλεν ἔσεσθαι, διὰ τὴν ἡλικίαν. 7.34ἐμοῦ δὲ πεῖραν εἰλήφει, δοκιμασίαν ἱκανὴν λαβών. εἴς τε γὰρ τὸν πατέρα καὶ τὴν μητέρα οἷος ἦν ἀκριβῶς ᾔδει, τῶν τʼ οἰκείων ἐπιμελῆ καὶ τἀμαυτοῦ πράττειν ἐπιστάμενον· ἐν ἀρχῇ τε, θεσμοθετήσας, ὡς ἐγενόμην οὐκ ἄδικος οὐδὲ πλεονέκτης, ἠπίστατο σαφῶς. ὥστʼ οὐκ ἀγνοῶν ἀλλὰ σαφῶς εἰδὼς ἐποίει με τῶν αὑτοῦ κύριον. 7.35καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν, οὐδʼ αὖ μικρὰ πεπονθὼς ἀλλὰ μεγάλα ἀγαθὰ ὑφʼ ἡμῶν, οὐδʼ αὖ ἀφιλότιμον, ὃς τὰ ὄντα ἀφανιεῖν note ἔμελλον ὥσπερ οὗτοι τὰ τοῦ κλήρου πεποιήκασιν, ἀλλὰ βουλησόμενον καὶ τριηραρχεῖν καὶ πολεμεῖν καὶ χορηγεῖν καὶ πάνθʼ ὑμῖν τὰ προσταττόμενα ποιεῖν, ὥσπερ κἀκεῖνος. 7.36καίτοι εἰ καὶ συγγενὴς καὶ φίλος καὶ εὐεργέτης καὶ φιλότιμος καὶ δεδοκιμασμένος ὑπῆρχον τοιοῦτος εἶναι, τίς <ἂν> note ἀμφισβητήσειε μὴ οὐκ ἀνδρὸς εὖ φρονοῦντος εἶναι ταύτην τὴν ποίησιν; ἐγὼ τοίνυν ἕν γε τῶν ὑπʼ ἐκείνου δοκιμασθέντων ἤδη πεποίηκα· γεγυμνασιάρχηκα γὰρ εἰς Προμήθεια note τοῦδε τοῦ ἐνιαυτοῦ φιλοτίμως, ὡς οἱ φυλέται πάντες ἴσασιν. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

7.37τὰ μὲν ἡμέτερα δίκαια, καθʼ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους. note 7.38 μὲν γὰρ πατὴρ αὐτοῦ τάς τε ἄλλας ἁπάσας λῃτουργίας λελῃτούργηκε, καὶ τριηραρχῶν τὸν πάντα χρόνον διετέλεσεν, οὐκ ἐκ συμμορίας τὴν ναῦν ποιησάμενος ὥσπερ οἱ νῦν, ἀλλʼ ἐκ τῶν αὑτοῦ δαπανῶν, οὐδὲ δεύτερος αὐτὸς ὢν ἀλλὰ κατὰ μόνας, οὐδὲ δύο ἔτη διαλιπὼν ἀλλὰ συνεχῶς, οὐδʼ ἀφοσιούμενος ἀλλʼ ὡς οἷόν τʼ ἄριστα παρασκευαζόμενος. ἀνθʼ ὧν ὑμεῖς κἀκεῖνον ἐτιμᾶτε, μεμνημένοι τούτων τῶν ἔργων, καὶ τὸν ὑὸν αὐτοῦ τῶν χρημάτων ἀποστερούμενον ἐσώσατε, τοὺς ἔχοντας ἀποδοῦναι τὰ ὄντʼ αὐτῷ καταναγκάσαντες. 7.39καὶ μὴν καὶ αὐτὸς Ἀπολλόδωρος οὐχ ὥσπερ Προνάπης ἀπεγράψατο μὲν τίμημα μικρόν, ὡς ἱππάδα δὲ τελῶν ἄρχειν ἠξίου τὰς ἀρχάς, οὐδὲ βίᾳ μὲν ἐζήτει τὰ ἀλλότριʼ ἔχειν, ὑμᾶς δʼ ᾤετο δεῖν μηδὲν ὠφελεῖν, ἀλλὰ φανερὰ τὰ ὄντα καταστήσας ὑμῖν, ὅσα προστάττοιτε, πάνθʼ ὑπηρέτει φιλοτίμως οὐδέν τʼ ἀδικῶν ἐκ τῶν ἑαυτοῦ φιλοτίμως ἐπειρᾶτο ζῆν, εἰς αὑτὸν μὲν τὰ μέτρια ἀναλίσκειν οἰόμενος δεῖν, τὰ δʼ ἄλλα τῇ πόλει περιποιεῖν, ἵνα ἐξαρκοίη πρὸς τὰς δαπάνας. 7.40κἀκ τούτων τίνα λῃτουργίαν οὐκ ἐξελῃτούργησεν; τίνα εἰσφορὰν οὐκ ἐν πρώτοις εἰσήνεγκεν; τί παραλέλοιπεν ὧν προσῆκεν; ὅς γε καὶ παιδικῷ χορῷ χορηγῶν ἐνίκησεν, ὧν μνημεῖα τῆς ἐκείνου φιλοτιμίας τρίπους ἐκεῖνος ἕστηκε. καίτοι τί χρὴ τὸν μέτριον πολίτην; οὐχ οὗ μὲν ἕτεροι τὰ μὴ προσήκοντʼ ἐβιάζοντο λαμβάνειν, τούτων μηδὲν ποιεῖν, τὰ δʼ ἑαυτοῦ πειρᾶσθαι σώζειν; οὗ δʼ πόλις δεῖται χρημάτων, ἐν πρώτοις εἰσφέρειν καὶ μηδὲν ἀποκρύπτεσθαι τῶν ὄντων; 7.41ἐκεῖνος τοίνυν τοιοῦτος ἦν· ἀνθʼ ὧν δικαίως ἂν αὐτῷ ταύτην τὴν χάριν ἀποδοίητε, τὴν ἐκείνου γνώμην περὶ τῶν αὑτοῦ κυρίαν εἶναι ποιήσαντες. καὶ μὴν καὶ ἐμέ γε, ὅσα κατὰ τὴν ἐμὴν ἡλικίαν, εὑρήσετε οὐ κακὸν οὐδὲ ἄχρηστον. ἐστράτευμαι τὰς στρατείας note τῇ πόλει, τὰ προσταττόμενα ποιῶ· τοῦτο γὰρ τῶν τηλικούτων ἔργον ἐστί. 7.42καὶ ἐκείνων οὖν ἕνεκα καὶ ἡμῶν εἰκότως ἂν ποιήσαισθε note πρόνοιαν, ἄλλως τε καὶ τούτων τριηραρχοῦντα οἶκον πεντετάλαντον ἀνῃρηκότων καὶ πεπρακότων καὶ ἔρημον πεποιηκότων, ἡμῶν δὲ καὶ λελῃτουργηκότων ἤδη καὶ λῃτουργησόντων, ἂν ὑμεῖς ἐπικυρώσητε τὴν Ἀπολλοδώρου γνώμην ἀποδόντες ἡμῖν τοῦτον τὸν κλῆρον.

7.43ἵνα δὲ μὴ δοκῶ διατρίβειν περὶ ταῦτα ποιούμενος τοὺς λόγους, βούλομαι διὰ βραχέων ὑμᾶς ὑπομνήσας οὕτω καταβαίνειν, τί ἑκάτερος ἡμῶν ἀξιοῖ, δηλώσας. ἐγὼ μὲν ἀδελφῆς οὔσης τῆς ἐμῆς μητρὸς Ἀπολλοδώρῳ, φιλίας αὐτοῖς πολλῆς ὑπαρχούσης, ἔχθρας δʼ οὐδεμιᾶς πώποτε γενομένης, ἀδελφιδοῦς ὢν καὶ ποιηθεὶς ὑὸς ὑπʼ ἐκείνου ζῶντος καὶ εὖ φρονοῦντος, καὶ εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγραφείς, ἔχειν τὰ δοθέντα, καὶ μὴ ἐπὶ τούτοις <εἶναι> note ἐξερημῶσαι τὸν οἶκον τὸν ἐκείνου· Προνάπης δὲ τί ὑπὲρ τῆς ἀμφισβητούσης; 7.44ἔχειν μὲν τοῦ τῆς γυναικὸς ἀδελφοῦ τιμὴν τοῦ ἡμικληρίου πένθʼ ἡμιτάλαντα, λαβεῖν δὲ καὶ τόνδε τὸν κλῆρον ἑτέρων ταῖς ἀγχιστείαις προτέρων αὐτοῦ τῆς γυναικὸς ὄντων, οὔτʼ ἐκείνῳ παῖδα εἰσπεποιηκὼς ἀλλὰ τὸν οἶκον ἐξηρημωκώς, οὔτε note τούτῳ ἂν εἰσποιήσας, ἀλλʼ ὁμοίως ἂν καὶ τοῦτον ἐξερημώσας, καὶ ἔχθρας μὲν τηλικαύτης ὑπαρχούσης αὐτοῖς, διαλλαγῆς δὲ οὐδεμιᾶς πώποτε ὕστερον γενομένης. 7.45ταῦτα χρὴ σκοπεῖν, ἄνδρες, κἀκεῖνο ἐνθυμεῖσθαι, ὅτι ἐγὼ μὲν ἀδελφιδοῦς αὐτῷ, δὲ ἀνεψιὰ τοῦ τελευτήσαντος, καὶ ὅτι μὲν δύʼ ἔχειν ἀξιοῖ κλήρους, ἐγὼ δὲ τοῦτον μόνον εἰς ὅνπερ εἰσεποιήθην, καὶ ὅτι αὕτη μὲν οὐκ εὔνους τῷ καταλιπόντι τὸν κλῆρον, ἐγὼ δὲ καὶ ἐμὸς πάππος εὐεργέται γεγόναμεν αὐτοῦ. ταῦτα πάντα σκεψάμενοι καὶ διαλογιζόμενοι πρὸς ὑμᾶς αὐτοὺς τίθεσθε τὴν ψῆφον δίκαιόν ἐστι.

οὐκ οἶδʼ ὅτι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.



Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 6 Isae. 7 (English) >>Isae. 8

Powered by PhiloLogic