Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 20 Isoc. 21 (English) >>Isoc. 21

Πρὸς Εὐθύνουν ἀμάρτυρος 21.1

οὐ προφάσεως ἀπορῶ, διʼ ἥντινα λέγω ὑπὲρ Νικίου τουτουί· καὶ γὰρ φίλος ὤν μοι τυγχάνει καὶ δεόμενος καὶ ἀδικούμενος καὶ ἀδύνατος εἰπεῖν, ὥστε διὰ ταῦτα πάντα ὑπὲρ αὐτοῦ λέγειν ἀναγκάζομαι.

21.2ὅθεν οὖν τὸ συμβόλαιον αὐτῷ πρὸς Εὐθύνουν γεγένηται, διηγήσομαι ὑμῖν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων. Νικίας γὰρ οὑτοσί, ἐπειδὴ οἱ τριάκοντα κατέστησαν καὶ αὐτὸν οἱ ἐχθροὶ ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξήλειφον, εἰς δὲ τὸν μετὰ Λυσάνδρου κατάλογον ἐνέγραφον, δεδιὼς τὰ παρόντα πράγματα τὴν μὲν οἰκίαν ὑπέθηκε, τοὺς δʼ οἰκέτας ἔξω τῆς γῆς ἐξέπεμψε, τὰ δʼ ἔπιπλα ὡς ἐμὲ ἐκόμισε, τρία δὲ τάλαντα ἀργυρίου Εὐθύνῳ φυλάττειν ἔδωκεν, αὐτὸς δʼ εἰς ἀγρὸν ἐλθὼν διῃτᾶτο. 21.3οὐ πολλῷ δὲ χρόνῳ ὕστερον βουλόμενος ἐκπλεῖν ἀπῄτησε τἀργύριον· Εὐθύνους δὲ τὰ μὲν δύο τάλαντα ἀποδίδωσι, τοῦ δὲ τρίτου ἔξαρνος γίγνεται. ἄλλο μὲν οὖν οὐδὲν εἶχε Νικίας ἐν τῷ τότε χρόνῳ ποιῆσαι, προσιὼν δὲ πρὸς τοὺς ἐπιτηδείους ἐνεκάλει καὶ ἐμέμφετο καὶ ἔλεγεν πεπονθὼς εἴη. καίτοι οὕτω τοῦτόν τε περὶ πολλοῦ ἐποιεῖτο καὶ τὰ καθεστῶτα ἐφοβεῖτο, ὥστε πολὺ ἂν θᾶττον ὀλίγων στερηθεὶς ἐσιώπησεν μηδὲν ἀπολέσας ἐνεκάλεσεν.

21.4τὰ μὲν οὖν γεγενημένα ταῦτʼ ἐστίν. ἀπόρως δʼ ἡμῖν ἔχει τὸ πρᾶγμα. Νικίᾳ γὰρ οὔτε παρακατατιθεμένῳ τὰ χρήματα οὔτε κομιζομένῳ οὐδεὶς οὔτʼ ἐλεύθερος οὔτε δοῦλος παρεγένετο, ὥστε μήτʼ ἐκ βασάνων μήτʼ ἐκ μαρτύρων οἷόν τʼ εἶναι γνῶναι περὶ αὐτῶν, ἀλλʼ ἀνάγκη ἐκ τεκμηρίων καὶ ἡμᾶς διδάσκειν καὶ ὑμᾶς δικάζειν, ὁπότεροι τἀληθῆ λέγουσιν.

21.5οἶμαι δὴ πάντας εἰδέναι ὅτι μάλιστα συκοφαντεῖν ἐπιχειροῦσιν οἱ λέγειν μὲν δεινοί, ἔχοντες δὲ μηδέν, τοὺς ἀδυνάτους μὲν εἰπεῖν, ἱκανοὺς δὲ χρήματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλείω μὲν ἔχει, ἧττον δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι διʼ ὅτι ἂν ἐπήρθη ἀδίκως ἐπʼ Εὐθύνουν ἐλθεῖν. 21.6ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν. οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκʼ ἀδικοῦσιν ἔχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν. 21.7πρὸς δὲ τούτοις, ἀκαταστάτως ἐχόντων τῶν ἐν τῇ πόλει καὶ δικῶν οὐκ οὐσῶν τῷ μὲν οὐδὲν ἦν πλέον ἐγκαλοῦντι, τῷ δὲ οὐδὲν ἦν δέος ἀποστεροῦντι. ὥστε τὸν μὲν οὐδὲν ἦν θαυμαστόν, ὅτε καὶ οἱ μετὰ μαρτύρων δανεισάμενοι ἐξηρνοῦντο, τότε μόνος παρὰ μόνου ἔλαβεν ἀποστερῆσαι· τὸν δʼ οὐκ εἰκός, ὅτε οὐδʼ οἷς δικαίως ὠφείλετο οἷόν τʼ ἦν πράττεσθαι, τότε ἀδίκως ἐγκαλοῦντα οἴεσθαί τι λήψεσθαι.

21.8ἔτι δʼ εἰ καὶ μηδὲν αὐτὸν ἐκώλυεν, ἀλλὰ καὶ ἐξῆν καὶ ἐβούλετο συκοφαντεῖν, ὡς οὐκ ἂν ἐπʼ Εὐθύνουν ἦλθε ῥᾴδιον γνῶναι. οἱ γὰρ τοιαῦτα πράττειν ἐπιθυμοῦντες οὐκ ἀπὸ τῶν φίλων ἄρχονται ἀλλὰ μετὰ τούτων ἐπὶ τοὺς ἄλλους ἔρχονται, καὶ τούτοις ἐγκαλοῦσιν, οὓς ἂν μήτʼ αἰσχύνωνται μήτε δεδίωσι, καὶ οὓς ἂν ὁρῶσι πλουσίους μέν, ἐρήμους δὲ καὶ ἀδυνάτους πράττειν. 21.9εὐθύνῳ τοίνυν τἀναντία τούτων ὑπάρχει· ἀνεψιὸς γὰρ ὢν Νικίου τυγχάνει, λέγειν δὲ καὶ πράττειν μᾶλλον δύναται τούτου, ἔτι δὲ χρήματα μὲν ὀλίγα, φίλους δὲ πολλοὺς κέκτηται. ὥστʼ οὐκ ἔστιν ἐφʼ ὅντινα ἂν ἧττον ἐπὶ τοῦτον ἦλθεν· ἐπεὶ ἔμοιγε δοκεῖ, εἰδότι τὴν τούτων οἰκειότητα, οὐδʼ ἂν Εὐθύνους Νικίαν ἀδικῆσαι, εἰ ἐξῆν ἄλλον τινὰ τοσαῦτα χρήματα ἀποστερῆσαι. 21.10νῦν δʼ ἀρχαιότερον note ἦν αὐτοῖς τὸ πρᾶγμα. ἐγκαλεῖν μὲν γὰρ ἔξεστιν ἐξ ἁπάντων ἐκλεξάμενον, ἀποστερεῖν δʼ οὐχ οἷόν ἄλλον τὸν παρακαταθέμενον. ὥστε Νικίας μὲν συκοφαντεῖν ἐπιθυμῶν οὐκ ἂν ἐπὶ τοῦτον ἦλθεν, Εὐθύνους δʼ ἀποστερεῖν ἐπιχειρῶν οὐκ ἄλλον εἶχεν.

21.11 δὲ μέγιστον τεκμήριον καὶ πρὸς ἅπαντα ἱκανόν· ὅτε γὰρ τὸ ἔγκλημα ἐγένετο, ὀλιγαρχία καθειστήκει, ἐν οὕτως ἑκάτερος αὐτῶν διέκειτο, ὥστε Νικίας μέν, εἰ καὶ τὸν ἄλλον χρόνον εἴθιστο συκοφαντεῖν, τότʼ ἂν ἐπαύσατο, Εὐθύνους δέ, καὶ εἰ μηδὲ πώποτε διενοήθη ἀδικεῖν, 21.12τότʼ ἂν ἐπήρθη. μὲν γὰρ διὰ τὰ ἁμαρτήματα ἐτιμᾶτο, δὲ διὰ τὰ χρήματα ἐπεβουλεύετο. πάντες γὰρ ἐπίστασθε, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ δεινότερον ἦν πλουτεῖν ἀδικεῖν· οἱ μὲν γὰρ τὰ ἀλλότρια ἐλάμβανον, οἱ δὲ τὰ σφέτερʼ αὐτῶν ἀπώλλυον. ἐφʼ οἷς γὰρ ἦν πόλις, οὐ τοὺς ἁμαρτάνοντας ἐτιμωροῦντο, ἀλλὰ τοὺς ἔχοντας ἀφῃροῦντο, καὶ ἡγοῦντο τοὺς μὲν ἀδικοῦντας πιστούς, τοὺς δὲ πλουτοῦντας ἐχθρούς. 21.13ὥστε μὴ περὶ τοῦτʼ εἶναι Νικίᾳ ὅπως συκοφαντῶν τἀλλότρια λήψοιτο, ἀλλʼ ὅπως μὴ οὐδὲν ἀδικῶν κακόν τι πείσοιτο. τῷ μὲν γὰρ ὅσον Εὐθύνους δυναμένῳ ἐξῆν τʼ ἔλαβεν ἀποστερεῖν καὶ οἷς μὴ συνέβαλεν ἐγκαλεῖν· οἱ δʼ ὥσπερ Νικίας διακείμενοι ἠναγκάζοντο τοῖς τʼ ὀφείλουσι τὰ χρέα ἀφιέναι καὶ τοῖς συκοφαντοῦσι τὰ αὑτῶν διδόναι. 21.14καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω αὐτὸς ἂν ὑμῖν Εὐθύνους μαρτυρήσειεν· ἐπίσταται γὰρ ὅτι Τιμόδημος τουτονὶ τριάκοντα μνᾶς ἐπράξατο, οὐ χρέος ἐγκαλῶν ἀλλʼ ἀπάξειν ἀπειλῶν. καίτοι πῶς εἰκὸς Νικίαν εἰς τοῦτʼ ἀνοίας ἐλθεῖν, ὥστʼ αὐτὸν περὶ τοῦ σώματος κινδυνεύοντα ἑτέρους συκοφαντεῖν, 21.15καὶ μὴ δυνάμενον τὰ αὑτοῦ σῴζειν τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν, καὶ πρὸς τοῖς ὑπάρχουσιν ἐχθροῖς ἑτέρους διαφόρους ποιεῖσθαι, καὶ τούτοις ἀδίκως ἐγκαλεῖν παρʼ ὧν οὐδʼ ὁμολογούντων ἀποστερεῖν οἷός τʼ ἂν ἦν δίκην λαβεῖν, καὶ τότε πλέον ἔχειν ζητεῖν, ὅτε οὐδὲ ἴσον ἐξῆν αὐτῷ, καὶ ὅτε οὐκ ἔλαβεν ἀποτίνειν ἠναγκάζετο, τότε καὶ μὴ συνέβαλεν ἐλπίζειν πράξασθαι;

21.16περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα. ἴσως δʼ Εὐθύνους ἐρεῖ, καὶ πρότερον ἤδη, ὅτι οὐκ ἄν ποτʼ ἀδικεῖν ἐπιχειρῶν τὰ μὲν δύο μέρη τῆς παρακαταθήκης ἀπέδωκε, τὸ δὲ τρίτον μέρος ἀπεστέρησεν, ἀλλʼ εἴτε ἀδικεῖν ἐπεθύμει εἴτε δίκαιος ἐβούλετο εἶναι, περὶ ἁπάντων ἂν τὴν αὐτὴν γνώμην ἔσχεν. 21.17ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι πάντες ἄνθρωποι, ὅταν περ ἀδικεῖν ἐπιχειρῶσιν, ἅμα καὶ τὴν ἀπολογίαν σκοποῦνται· ὥστʼ οὐκ ἄξιον θαυμάζειν, εἰ τούτων ἕνεκα τῶν λόγων οὕτως Εὐθύνους ἠδίκησεν. ἔτι δʼ ἔχοιμʼ ἂν ἐπιδεῖξαι καὶ ἑτέρους, οἳ χρήματα λαβόντες τὰ μὲν πλεῖστʼ ἀπέδοσαν, ὀλίγα δʼ ἀπεστέρησαν, καὶ ἐν μικροῖς μὲν συμβολαίοις ἀδικήσαντας, ἐν μεγάλοις δὲ δικαίους γενομένους· 21.18 ὥστʼ οὐ μόνος οὐδὲ πρῶτος Εὐθύνους τοιαῦτα πεποίηκεν. ἐνθυμεῖσθαι δὲ χρή, εἰ ἀποδέξεσθε τῶν τὰ τοιαῦτα λεγόντων, ὅτι νόμον θήσετε, πῶς χρὴ ἀδικεῖν· ὥστε τοῦ λοιποῦ χρόνου τὰ μὲν ἀποδώσουσι, τὰ δʼ ὑπολείψονται. λυσιτελήσει γὰρ αὐτοῖς, εἰ μέλλουσιν, οἷς ἂν ἀποδῶσι τεκμηρίοις χρώμενοι, ὧν ἂν ἀποστερῶσι μὴ δώσειν δίκην.

21.19σκέψασθε δὲ καί, ὡς ὑπὲρ Νικίου ῥᾴδιον εἰπεῖν ὅμοια τῇ Εὐθύνου ἀπολογίᾳ. ὅτε γὰρ ἀπελάμβανε τὰ δύο τάλαντα, οὐδεὶς αὐτῷ παρεγένετο· ὥστʼ εἴπερ καὶ ἐβούλετο καὶ ἐδόκει αὐτῷ συκοφαντεῖν, δῆλον ὅτι οὐδʼ ἂν ταῦτα ὡμολόγει κεκομίσθαι, ἀλλὰ περὶ ἁπάντων ἂν τοὺς αὐτοὺς λόγους ἐποιεῖτο, καὶ περὶ πλειόνων τε χρημάτων Εὐθύνους ἂν ἐκινδύνευεν, καὶ ἅμα οὐκ ἂν εἶχεν οἷσπερ νυνὶ τεκμηρίοις χρῆσθαι.

21.20καὶ μὲν δὴ καὶ Νικίαν μὲν οὐδʼ ἂν εἷς δύναιτο ἀποδεῖξαι, διʼ ἥντινά διʼ ἥντινά ποτε αἰτίαν ἐνεκάλεσεν, Εὐθύνουν δὲ ῥᾴδιον γνῶναι, ὧν ἕνεκα τοῦτον τὸν τρόπον ἠδίκησεν. ὅτε γὰρ Νικίας ἦν ἐν ταῖς συμφοραῖς, πάντες οἱ συγγενεῖς καὶ οἱ ἐπιτήδειοι ἀκηκοότες ἦσαν ὅτι τὸ ἀργύριον, ἦν αὐτῷ, τούτῳ παρακατέθετο. 21.21ἐγίγνωσκεν οὖν Εὐθύνους, ὅτι μὲν ἔκειτο τὰ χρήματα παρʼ αὐτῷ, πολλοὺς ᾐσθημένους, ὁπόσα δὲ οὐδένα πεπυσμένον. ὥσθʼ ἡγεῖτο ἀπὸ μὲν τοῦ ἀριθμοῦ ἀφαιρῶν οὐ γνωσθήσεσθαι, πάντα δʼ ἀποστερῶν καταφανὴς γενήσεσθαι. ἐβούλετο οὖν ἱκανὰ λαβὼν ἀπολογίαν ὑπολείπεσθαι μᾶλλον μηδὲν ἀποδοὺς μηδʼ ἀρνηθῆναι δύνασθαι.



Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 20 Isoc. 21 (English) >>Isoc. 21

Powered by PhiloLogic