Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.16 Joseph. AJ 12.22 (English) >>Joseph. AJ 12.27

12.20οὐ χρῆν ἀπατωμένους ἡμᾶς, βασιλεῦ, περιορᾶν, ἀλλὰ τἀληθὲς ἀπελέγχειν· τοὺς γὰρ τῶν Ἰουδαίων νόμους οὐ μεταγράψαι μόνον ἀλλὰ καὶ μεθερμηνεῦσαι διεγνωκότες εἰς τὸ σοὶ κεχαρισμένον, τίνι καὶ λόγῳ χρώμενοι τοῦτο πράξαιμεν ἂν πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δουλευόντων; 12.21οὓς τῇ σαυτοῦ μεγαλοψυχίᾳ καὶ χρηστότητι ποιῶν ἀκολούθως ἀπόλυσον τῆς ταλαιπωρίας, τὴν βασιλείαν σου διέποντος τοῦ θεμένου τοὺς νόμους αὐτοῖς θεοῦ, καθὼς ἐμοὶ πολυπραγμονήσαντι μαθεῖν ὑπῆρξεν. 12.22τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες. ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν. 12.23ἴσθι μέντοι γε, βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ· καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ.” 12.24

Ταῦτʼ εἰπόντος τοῦ Ἀρισταίου ἀναβλέψας εἰς αὐτὸν βασιλεὺς ἱλαρῷ καὶ γεγηθότι τῷ προσώπῳπόσας, εἶπεν, ὑπολαμβάνεις τῶν ἀπολυθησομένων ἔσεσθαι μυριάδας;” ὑποτυχόντος δὲ Ἀνδρέου, παρειστήκει γάρ, καὶ φήσαντος ὀλίγῳ πλείονας ἔσεσθαι τῶν ἕνδεκα μυριάδων μικρὰν ἄρα εἶπεν, ἡμᾶς, Ἀρισταῖε, δωρεὰν αἰτεῖς.” Σωσιβίου δὲ καὶ τῶν παρόντων φησάντων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.16 Joseph. AJ 12.22 (English) >>Joseph. AJ 12.27

Powered by PhiloLogic