Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.283 Joseph. AJ 12.288 (English) >>Joseph. AJ 12.293

12.286συναραμένων δʼ αὐτῷ προθύμως τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τούς τε πολεμίους ἐξέβαλεν ἐκ τῆς χώρας καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων εἰς τὰ πάτρια διεχρήσατο καὶ ἐκαθάρισεν ἀπὸ παντὸς μιάσματος τὴν γῆν. 12.287

Ταῦτʼ ἀκούσας Ἀπολλώνιος τῆς Σαμαρείας στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ὥρμησεν ἐπὶ τὸν Ἰούδαν. δὲ ἀπήντησεν αὐτῷ καὶ συμβαλὼν κρατεῖ τῇ μάχῃ καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ἐν οἷς καὶ τὸν στρατηγὸν Ἀπολλώνιον, οὗ καὶ τὴν μάχαιραν, χρῆσθαι συνέβαινεν ἐκεῖνον, σκυλεύσας αὐτὸς εἶχεν, πλείους δὲ τραυματίας ἐποίησεν καὶ πολλὴν λείαν ἐκ τοῦ στρατοπέδου λαβὼν τῶν πολεμίων ἀνεχώρησεν. 12.288Σήρων δʼ τῆς κοίλης Συρίας στρατηγός, ἀκούσας ὅτι πολλοὶ προσκεχωρήκασιν τῷ Ἰούδᾳ καὶ δύναμιν ἤδη περιβέβληται πρὸς ἀγῶνας καὶ πολέμους ἀξιόλογον, ἐπʼ αὐτὸν ἔγνω στρατεύσασθαι προσήκειν ὑπολαμβάνων τοὺς εἰς τὰ τοῦ βασιλέως προστάγματα παρανομοῦντας πειρᾶσθαι κολάζειν. 12.289συναγαγὼν οὖν δύναμιν ὅση παρῆν αὐτῷ, προσκαταλέξας δὲ καὶ τῶν Ἰουδαίων τοὺς φυγάδας καὶ ἀσεβεῖς ἐπὶ τὸν Ἰούδαν παρεγίγνετο· προελθὼν δὲ ἄχρι Βαιθώρων κώμης τῆς Ἰουδαίας αὐτόθι στρατοπεδεύεται. 12.290 δὲ Ἰούδας ἀπαντήσας αὐτῷ καὶ συμβαλεῖν προαιρούμενος, ἐπεὶ τοὺς στρατιώτας ἑώρα πρὸς τὴν μάχην διά τε τὴν ὀλιγότητα καὶ διʼ ἀσιτίαν, νενηστεύκεσαν γάρ, ὀκνοῦντας, παρεθάρσυνεν λέγων οὐκ ἐν τῷ πλήθει τὸ νικᾶν εἶναι καὶ κρατεῖν τῶν πολεμίων, ἀλλʼ ἐν τῷ πρὸς τὸ θεῖον εὐσεβεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.283 Joseph. AJ 12.288 (English) >>Joseph. AJ 12.293

Powered by PhiloLogic