Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.297 Joseph. AJ 12.302 (English) >>Joseph. AJ 12.306

12.300τὸ δὲ στρατόπεδον καὶ τὸ πλῆθος τῶν ἐναντίων Ἰούδας κατανοήσας ἔπειθε τοὺς οἰκείους στρατιώτας θαρρεῖν καὶ παρεκελεύετο τὰς ἐλπίδας τῆς νίκης ἔχοντας ἐν τῷ θεῷ τοῦτον ἱκετεύειν τῷ πατρίῳ νόμῳ σάκκους περιθεμένους, καὶ τὸ σύνηθες αὐτῷ σχῆμα τῆς ἱκεσίας παρὰ τοὺς μεγάλους κινδύνους ἐπιδείξαντας τούτῳ δυσωπῆσαι παρασχεῖν αὐτοῖς τὸ κατὰ τῶν ἐχθρῶν κράτος. 12.301διατάξας δὲ τὸν ἀρχαῖον αὐτοὺς τρόπον καὶ πάτριον κατὰ χιλιάρχους καὶ ταξιάρχους καὶ τοὺς νεογάμους ἀπολύσας καὶ τοὺς τὰς κτήσεις νεωστὶ πεποιημένους, ὅπως μὴ διὰ τὴν τούτων ἀπόλαυσιν φιλοζωοῦντες ἀτολμότερον μάχωνται, καταστὰς τοιούτοις παρώρμα λόγοις πρὸς τὸν ἀγῶνα τοὺς αὐτοῦ στρατιώτας· 12.302καιρὸς μὲν οὖν ὑμῖν οὐκ ἄλλος ἀναγκαιότερος τοῦ παρόντος, ἑταῖροι, εἰς εὐψυχίαν καὶ κινδύνων καταφρόνησιν καταλείπεται· νῦν γὰρ ἔστιν ἀνδρείως ἀγωνισαμένοις τὴν ἐλευθερίαν ἀπολαβεῖν, ἣν καὶ διʼ αὐτὴν ἅπασιν ἀγαπητὴν οὖσαν ὑμῖν ὑπὲρ ἐξουσίας τοῦ θρησκεύειν τὸ θεῖον ποθεινοτέραν εἶναι συμβέβηκεν. 12.303ὡς οὖν ἐν τῷ παρόντι κειμένων ὑμῖν ταύτην τε ἀπολαβεῖν καὶ τὸν εὐδαίμονα καὶ μακάριον βίον ἀνακτήσασθαι, οὗτος δʼ ἦν κατὰ τοὺς νόμους καὶ τὴν πάτριον συνήθειαν, τὰ αἴσχιστα παθεῖν καὶ μηδὲ σπέρμα τοῦ γένους ὑμῶν ὑπολειφθῆναι κακῶν ἐν τῇ μάχῃ γενομένων,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.297 Joseph. AJ 12.302 (English) >>Joseph. AJ 12.306

Powered by PhiloLogic