Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.302 Joseph. AJ 12.306 (English) >>Joseph. AJ 12.310

12.304οὕτως ἀγωνίζεσθε, τὸ μὲν ἀποθανεῖν καὶ μὴ πολεμοῦσιν ὑπάρξον ἡγούμενοι, τὸ δʼ ὑπὲρ τηλικούτων ἐπάθλων, ἐλευθερίας πατρίδος νόμων εὐσεβείας, αἰώνιον τὴν εὔκλειαν κατασκευάσειν πεπιστευκότες· ἑτοιμάζεσθε τοιγαροῦν οὕτως τὰς ψυχὰς ὡς αὔριον ἅμʼ ἡμέρᾳ συμβαλοῦντες τοῖς πολεμίοις.” 12.305

Καὶ μὲν Ἰούδας ταῦτα παραθαρσύνων τὴν στρατιὰν ἔλεξεν. τῶν δὲ πολεμίων πεμψάντων Γοργίαν μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων, ὅπως διὰ τῆς νυκτὸς ἐπιπέσῃ τῷ Ἰούδᾳ, καὶ πρὸς τοῦτο ὁδηγοὺς ἔχοντος αὐτοῦ τινας τῶν πεφευγότων Ἰουδαίων, αἰσθόμενος τοῦ Ματταθίου παῖς ἔγνω καὶ αὐτὸς τοῖς ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπεσεῖν καὶ ταῦτα διῃρημένης αὐτῶν τῆς δυνάμεως. 12.306καθʼ ὥραν οὖν δειπνοποιησάμενος καὶ πολλὰ πυρὰ καταλιπὼν ἐπὶ τοῦ στρατοπέδου διʼ ὅλης ὥδευε τῆς νυκτὸς ἐπὶ τοὺς ἐν Ἐμμαοῖ τῶν πολεμίων. οὐχ εὑρὼν δʼ ἐν τῷ στρατοπέδῳ τοὺς ἐχθροὺς Γοργίας, ἀλλʼ ὑπονοήσας ἀναχωρήσαντας αὐτοὺς ἐν τοῖς ὄρεσι κεκρύφθαι, πορευθεὶς ἔγνω ζητεῖν, ὅπου ποτʼ εἶεν. 12.307περὶ δὲ τὸν ὄρθρον ἐπιφαίνεται τοῖς ἐν Ἐμμαοῖ πολεμίοις Ἰούδας μετὰ τρισχιλίων φαύλως ὡπλισμένων διὰ πενίαν, καὶ θεασάμενος τοὺς ἐχθροὺς ἄριστα πεφραγμένους καὶ μετʼ ἐμπειρίας πολλῆς ἐστρατοπεδευμένους, προτρεψάμενος τοὺς ἰδίους, ὡς καὶ γυμνοῖς τοῖς σώμασιν μάχεσθαι δεῖ καὶ τὸ θεῖον ἤδη που καὶ τοῖς οὕτως ἔχουσιν τὸ κατὰ τῶν πλειόνων καὶ ὡπλισμένων κράτος ἔδωκεν ἀγασάμενον αὐτοὺς τῆς εὐψυχίας, ἐκέλευσε σημῆναι τοὺς σαλπιγκτάς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.302 Joseph. AJ 12.306 (English) >>Joseph. AJ 12.310

Powered by PhiloLogic