Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.306 Joseph. AJ 12.310 (English) >>Joseph. AJ 12.315

12.308ἔπειτʼ ἐμπεσὼν ἀπροσδοκήτοις τοῖς πολεμίοις καὶ ἐκπλήξας αὐτῶν τὴν διάνοιαν καὶ ταράξας πολλοὺς μὲν ἀπέκτεινεν ἀνθισταμένους, τοὺς δὲ λοιποὺς διώκων ἦλθεν ἄχρι Γαζάρων καὶ τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας· ἔπεσόν τε αὐτῶν ὡς περὶ τρισχιλίους. 12.309Ἰούδας δὲ τῶν μὲν σκύλων παρεκελεύετο μὴ ἐπιθυμεῖν τοὺς αὐτοῦ στρατιώτας· ἔτι γὰρ αὐτοῖς ἀγῶνά τινα καὶ μάχην εἶναι πρὸς Γοργίαν καὶ τὴν σὺν αὐτῷ δύναμιν· κρατήσαντας δὲ καὶ τούτων τότε σκυλεύσειν ἐπʼ ἀδείας ἔλεγεν τοῦτο μόνον ἔχοντας καὶ μηδὲν ἕτερον ἐκδεχομένους. 12.310ἔτι δὲ αὐτοῦ διαλεγομένου ταῦτα πρὸς τοὺς στρατιώτας ὑπερκύψαντες οἱ τοῦ Γοργίου τὴν μὲν στρατιὰν ἣν ἐν τῇ παρεμβολῇ κατέλιπον ὁρῶσιν τετραμμένην, τὸ δὲ στρατόπεδον ἐμπεπρησμένον· γὰρ καπνὸς αὐτοῖς πόρρωθεν οὖσιν τοῦ συμβεβηκότος δήλωσιν ἔφερεν. 12.311ὡς οὖν ταῦθʼ οὕτως ἔχοντα ἔμαθον οἱ σὺν Γοργίᾳ καὶ τοὺς μετὰ Ἰούδου πρὸς παράταξιν ἑτοίμους κατενόησαν, καὶ αὐτοὶ δείσαντες εἰς φυγὴν ἐτράπησαν. 12.312 δὲ Ἰούδας ὡς ἀμαχητὶ τῶν μετὰ Γοργίου στρατιωτῶν ἡττημένων ὑποστρέψας ἀνῃρεῖτο τὰ σκῦλα, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον καὶ πορφύραν καὶ ὑάκινθον λαβὼν εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων καὶ ὑμνῶν τὸν θεὸν ἐπὶ τοῖς κατωρθωμένοις· οὐ μικρὰ γὰρ αὐτοῖς νίκη πρὸς τὴν ἐλευθερίαν συνεβάλλετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.306 Joseph. AJ 12.310 (English) >>Joseph. AJ 12.315

Powered by PhiloLogic