Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.342 Joseph. AJ 12.348 (English) >>Joseph. AJ 12.353

12.346ὡς δʼ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην καὶ οὔτε ἄλλην αὐτῷ τραπομένῳ βαδίζειν δυνατὸν ἦν οὔτε ἀναστρέφειν ἤθελεν, πέμψας πρὸς τοὺς ἐν αὐτῇ παρεκάλει τὰς πύλας ἀνοίξαντας ἐπιτρέπειν αὐτῷ διὰ τῆς πόλεως ἀπελθεῖν· τάς τε γὰρ πύλας λίθοις ἐμπεφράκεσαν καὶ τὴν διέξοδον ἀπετέμοντο. 12.347μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθʼ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ διʼ ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν· τοσοῦτον δʼ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπʼ αὐτῶν βαδίζειν τῶν νεκρῶν. 12.348διαβάντες δὲ τὸν Ἰορδάνην ἧκον εἰς τὸ μέγα πεδίον, οὗ κεῖται κατὰ πρόσωπον πόλις Βεθσάνη καλουμένη πρὸς Ἑλλήνων Σκυθόπολις. 12.349κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ἰουδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας· οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ἰουδαίων ἀπέθανεν. 12.350

Ἰώσηπος δὲ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς Ἰούδας καθʼ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ Ἰούδας καὶ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπʼ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.342 Joseph. AJ 12.348 (English) >>Joseph. AJ 12.353

Powered by PhiloLogic