Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.368 Joseph. AJ 12.374 (English) >>Joseph. AJ 12.379

12.372κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπʼ αὐτῶν ἀφίεσθαι λαμπράν· συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν Ἰούδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. 12.373Ἐλεάζαρος δʼ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπʼ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπʼ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα. 12.374 δʼ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν. 12.375

δὲ Ἰούδας ὁρῶν τὴν τῶν πολεμίων ἰσχὺν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πρὸς πολιορκίαν παρεσκευάζετο· Ἀντίοχος δὲ τὸ μέν τι τῆς στρατιᾶς εἰς Βεθσοῦραν ἔπεμψεν πολεμήσων αὐτήν, τῷ δὲ λοιπῷ τῆς δυνάμεως αὐτὸς ἧκεν εἰς Ἱεροσόλυμα. 12.376οἱ μὲν οὖν Βεθσουρῖται τὴν ἰσχὺν καταπλαγέντες καὶ σπανίζοντα βλέποντες τὰ ἐπιτήδεια παραδιδόασιν ἑαυτοὺς ὅρκους λαβόντες ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν ὑπὸ τοῦ βασιλέως. Ἀντίοχος δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν αὐτοὺς οὐδὲν διέθηκεν, μόνον δὲ γυμνοὺς ἐξέβαλεν, φρουρὰν δὲ κατέστησεν ἰδίαν ἐν τῇ πόλει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.368 Joseph. AJ 12.374 (English) >>Joseph. AJ 12.379

Powered by PhiloLogic