12.374ὁ δʼ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν.
12.375
Ὁ δὲ Ἰούδας ὁρῶν τὴν τῶν πολεμίων ἰσχὺν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πρὸς πολιορκίαν παρεσκευάζετο· Ἀντίοχος δὲ τὸ μέν τι τῆς στρατιᾶς εἰς Βεθσοῦραν ἔπεμψεν πολεμήσων αὐτήν, τῷ δὲ λοιπῷ τῆς δυνάμεως αὐτὸς ἧκεν εἰς Ἱεροσόλυμα.
12.376οἱ μὲν οὖν Βεθσουρῖται τὴν ἰσχὺν καταπλαγέντες καὶ σπανίζοντα βλέποντες τὰ ἐπιτήδεια παραδιδόασιν ἑαυτοὺς ὅρκους λαβόντες ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν ὑπὸ τοῦ βασιλέως. Ἀντίοχος δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν αὐτοὺς οὐδὲν διέθηκεν, μόνον δὲ γυμνοὺς ἐξέβαλεν, φρουρὰν δὲ κατέστησεν ἰδίαν ἐν τῇ πόλει.
12.377πολλῷ δὲ χρόνῳ τὸ ἱερὸν πολιορκῶν τὸ ἐν Ἱεροσολύμοις προσεκαθέζετο καρτερῶς τῶν ἔνδοθεν ἀμυνομένων· πρὸς ἕκαστον γὰρ ὧν ὁ βασιλεὺς ἐπʼ αὐτοὺς ἔστησε μηχάνημα κἀκεῖνοι πάλιν ἀντεμηχανῶντο.
12.378τροφὴ δʼ αὐτοὺς ἐπιλελοίπει, τοῦ μὲν ὄντος ἀπανηλωμένου καρποῦ, τῆς δὲ γῆς ἐκείνῳ τῷ ἔτει μὴ γεωργημένης, ἀλλὰ διὰ τὸ εἶναι τὸ ἕβδομον ἔτος, καθʼ ὃ νόμος ἡμῖν ἀργὴν ἐᾶν τὴν χώραν, ἀσπόρου μεμενηκυίας. πολλοὶ τοιγαροῦν τῶν πολιορκουμένων ἀπεδίδρασκον διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν, ὡς ὀλίγους ἐν τῷ ἱερῷ καταλειφθῆναι.