Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.34 Joseph. AJ 12.38 (English) >>Joseph. AJ 12.43

12.36βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. προστάξαντός σου, βασιλεῦ, περί τε τῶν ἔτι λειπόντων εἰς ἀναπλήρωσιν τῆς βιβλιοθήκης συγγραμμάτων, ὅπως συναχθῇ, καὶ περὶ τῶν διαπεπτωκότων, ὅπως τῆς δεούσης ἐπιμελείας τύχῃ, πάσῃ κεχρημένος περὶ ταῦτα σπουδῇ δηλῶ σοι τὰ τῆς Ἰουδαίων νομοθεσίας βιβλία λείπειν ἡμῖν σὺν ἑτέροις· χαρακτῆρσιν γὰρ Ἑβραϊκοῖς γεγραμμένα καὶ φωνῇ τῇ ἐθνικῇ ἐστιν ἡμῖν ἀσαφῆ. 12.37συμβέβηκε δʼ αὐτὰ καὶ ἀμελέστερον ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὐ τετυχηκέναι προνοίας. ἔστι δʼ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα· φιλοσοφωτέραν γὰρ καὶ ἀκέραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ. 12.38διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ τοὺς συγγραφεῖς τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος Ἀβδηρίτης οὐδὲ τῶν κατʼ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασιν διασαφεῖσθαι. 12.39ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ, ὅπως ἀποστείλῃ τῶν πρεσβυτέρων ἓξ ἀφʼ ἑκάστης φυλῆς τοὺς ἐμπειροτάτους τῶν νόμων, παρʼ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς σῆς προαιρέσεως συναγάγωμεν.” 12.40

Τοιαύτης οὖν τῆς εἰσδόσεως γενομένης βασιλεὺς ἐκέλευσεν τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων Ἐλεαζάρῳ γραφῆναι περὶ τούτων ἅμα καὶ τὴν ἄφεσιν τῶν δουλευόντων παρʼ αὐτοῖς Ἰουδαίων δηλοῦντας αὐτῷ, καὶ πρὸς κατασκευὴν δὲ κρατήρων καὶ φιαλῶν καὶ σπονδείων ἔπεμψε χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα, λίθων δὲ πολυτελῶν ἀσυλλόγιστόν τι πλῆθος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.34 Joseph. AJ 12.38 (English) >>Joseph. AJ 12.43

Powered by PhiloLogic