12.386ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁρῶν ἤδη τὸν Φίλιππον κρατοῦντα τῶν πραγμάτων ἐπολέμει πρὸς αὐτὸν καὶ λαβὼν αὐτὸν ὑποχείριον ἀπέκτεινεν.
12.387ὁ δὲ τοῦ ἀρχιερέως υἱὸς Ὀνίας, ὃν προείπομεν ἔτι παῖδα τελευτήσαντος ἀφίεσθαι τοῦ πατρός, ἰδὼν ὅτι τὸν θεῖον αὐτοῦ Μενέλαον ὁ βασιλεὺς ἀνελὼν τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν οὐκ ὄντι τῆς τῶν ἀρχιερέων γενεᾶς, ἀλλʼ ὑπὸ Λυσίου πεισθεὶς μεταθεῖναι τὴν τιμὴν ἀπὸ ταύτης τῆς οἰκίας εἰς ἕτερον οἶκον, φεύγει πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα.
12.388καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν ᾧ καὶ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἱερόν. περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν.
12.389
Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν φυγὼν Δημήτριος ἀπὸ Ῥώμης ὁ Σελεύκου υἱὸς καὶ καταλαβόμενος τῆς Συρίας Τρίπολιν περιτίθησιν μὲν ἑαυτῷ διάδημα, συναγαγὼν δέ τινας περὶ αὐτὸν μισθοφόρους εἰς τὴν βασιλείαν εἰσῆλθεν, πάντων αὐτὸν ἡδέως προσδεχομένων καὶ παραδιδόντων αὑτούς.
12.390συλλαβόντες δὲ καὶ Ἀντίοχον τὸν βασιλέα καὶ Λυσίαν ζῶντας ἀνάγουσιν αὐτῷ. καὶ οὗτοι μὲν κελεύσαντος Δημητρίου παραχρῆμα διεφθάρησαν βασιλεύσαντος Ἀντιόχου ἔτη δύο, καθὼς ἤδη που καὶ ἐν ἄλλῳ δεδήλωται.