Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.384 Joseph. AJ 12.390 (English) >>Joseph. AJ 12.395

12.388καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν καὶ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἱερόν. περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν. 12.389

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν φυγὼν Δημήτριος ἀπὸ Ῥώμης Σελεύκου υἱὸς καὶ καταλαβόμενος τῆς Συρίας Τρίπολιν περιτίθησιν μὲν ἑαυτῷ διάδημα, συναγαγὼν δέ τινας περὶ αὐτὸν μισθοφόρους εἰς τὴν βασιλείαν εἰσῆλθεν, πάντων αὐτὸν ἡδέως προσδεχομένων καὶ παραδιδόντων αὑτούς. 12.390συλλαβόντες δὲ καὶ Ἀντίοχον τὸν βασιλέα καὶ Λυσίαν ζῶντας ἀνάγουσιν αὐτῷ. καὶ οὗτοι μὲν κελεύσαντος Δημητρίου παραχρῆμα διεφθάρησαν βασιλεύσαντος Ἀντιόχου ἔτη δύο, καθὼς ἤδη που καὶ ἐν ἄλλῳ δεδήλωται. 12.391συστραφέντες δὲ πρὸς αὐτὸν πολλοὶ τῶν Ἰουδαίων πονηροὶ καὶ φυγάδες καὶ μετʼ αὐτῶν Ἄλκιμος ἀρχιερεύς, κατηγόρουν τοῦ ἔθνους παντὸς καὶ Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, 12.392λέγοντες ὡς τοὺς φίλους αὐτοῦ πάντας ἀπεκτόνασιν καὶ ὅσοι τὰ ἐκείνου φρονοῦντες καὶ περιμένοντες αὐτὸν ὑπῆρχον ἐν τῇ βασιλείᾳ τούτους ἀπολωλέκασιν αὐτούς τε τῆς οἰκείας γῆς ἐκβαλόντες ἀλλοτρίας ἐπήλυδας πεποιήκασιν, ἠξίουν τε πέμψαντα τῶν ἰδίων τινὰ φίλων γνῶναι διʼ αὐτοῦ τὰ ὑπὸ τῶν περὶ Ἰούδαν τετολμημένα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.384 Joseph. AJ 12.390 (English) >>Joseph. AJ 12.395

Powered by PhiloLogic