Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.393 Joseph. AJ 12.398 (English) >>Joseph. AJ 12.403

12.396καὶ λαβόντες ὅρκους παρʼ ἀμφοτέρων μήτε αὐτούς τι παθεῖν μήτε τοὺς ἐκ τῆς αὐτῆς ὄντας προαιρέσεως ἐπίστευσαν αὑτοὺς ἐκείνοις. δὲ Βακχίδης ὀλιγωρήσας τῶν ὅρκων ἑξήκοντα μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ ἄλλους, ὅσοι διενοοῦντο πρὸς αὐτὸν ἀναχωρεῖν, ἐπέστρεψεν τοῖς πρώτοις τὴν πίστιν μὴ φυλάξας. 12.397ἐπεὶ δʼ ἐκ τῶν Ἱεροσολύμων ἀπελθὼν κατὰ κώμην Βηρζηθὼ λεγομένην ἐγένετο, πέμψας συλλαμβάνει πολλοὺς τῶν αὐτομολούντων καί τινας τοῦ λαοῦ καὶ πάντας ἀποκτείνας προσέταξεν τοῖς ἐν τῇ χώρᾳ πᾶσιν ὑπακούειν Ἀλκίμῳ, καὶ μετὰ στρατιᾶς τινος, ἵνʼ ἔχῃ τηρεῖν τὴν χώραν αὐτοῦ, καταλιπὼν αὐτὸν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα Δημήτριον ὑπέστρεψεν. 12.398

Ἄλκιμος δὲ τὴν ἀρχὴν αὐτοῦ βουλόμενος βεβαιώσασθαι καὶ συνείς, ὅτι κατασκευάσας εὔνουν τὸ πλῆθος ἀσφαλέστερον ἄρξει, χρηστοῖς ἅπαντας ὑπήγετο λόγοις καὶ πρὸς ἡδονὴν ἑκάστῳ καὶ χάριν ὁμιλῶν ταχὺ δὴ μάλα χεῖρα πολλὴν καὶ δύναμιν περιεβάλετο· 12.399τούτων δʼ ἦσαν οἱ πλείους ἐκ τῶν ἀσεβῶν καὶ πεφυγαδευμένων, οἷς ὑπηρέταις καὶ στρατιώταις χρώμενος ἐπήρχετο τὴν χώραν καὶ ὅσους ἐν αὐτῇ τὰ Ἰούδα φρονοῦντας ηὕρισκεν ἐφόνευεν. 12.400ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν Ἰούδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας. βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ἰούδᾳ μὴ δυνάμενον, ἀλλʼ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.393 Joseph. AJ 12.398 (English) >>Joseph. AJ 12.403

Powered by PhiloLogic