Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.397 Joseph. AJ 12.402 (English) >>Joseph. AJ 12.406

12.400ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν Ἰούδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας. βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ἰούδᾳ μὴ δυνάμενον, ἀλλʼ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι. 12.401παραγενόμενος οὖν εἰς Ἀντιόχειαν παρώξυνεν αὐτὸν ἐπὶ τὸν Ἰούδαν, κατηγορῶν ὡς πολλὰ μὲν ὑπʼ αὐτοῦ πεπόνθοι κακά, πλείω δὲ γένοιτʼ ἄν, εἰ μὴ προκαταληφθείη καὶ δοίη δίκην δυνάμεως ἐπʼ αὐτὸν ἰσχυρᾶς ἀποσταλείσης. 12.402

δὲ Δημήτριος τοῦτʼ ἤδη καὶ τοῖς ἰδίοις αὐτοῦ πράγμασιν ἐπισφαλὲς ἡγησάμενος εἶναι τὸ περιιδεῖν Ἰούδαν ἐν ἰσχύι τοσαύτῃ γενόμενον, ἐκπέμπει Νικάνορα τὸν εὐνούστατον αὐτῷ καὶ πιστότατον τῶν φίλων, οὗτος γάρ ἐστιν καὶ ἀπὸ τῆς Ῥωμαίων πόλεως αὐτῷ συμφυγών, καὶ δοὺς δύναμιν ὅσην ὑπέλαβεν ἀρκέσειν αὐτῷ πρὸς τὸν Ἰούδαν ἐκέλευσεν μηδεμίαν φειδὼ ποιεῖσθαι τοῦ ἔθνους. 12.403 δὲ Νικάνωρ παραγενόμενος εἰς Ἱεροσόλυμα πολεμεῖν μὲν εὐθὺς οὐ διέγνω τῷ Ἰούδᾳ, δόλῳ δʼ ὑποχείριον λαβεῖν κρίνας προσπέμπει λόγους εἰρηνικοὺς αὐτῷ, μηδεμίαν μὲν ἀνάγκην εἶναι φάσκων πολεμεῖν καὶ κινδυνεύειν, ὅρκους δʼ αὐτῷ διδόναι περὶ τοῦ μηδὲν πείσεσθαι δεινόν· ἥκειν γὰρ μετὰ φίλων ἐπὶ τῷ ποιῆσαι φανερὰν αὐτοῖς τὴν Δημητρίου τοῦ βασιλέως διάνοιαν, ὡς περὶ τοῦ γένους αὐτῶν φρονεῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.397 Joseph. AJ 12.402 (English) >>Joseph. AJ 12.406

Powered by PhiloLogic