Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.404 Joseph. AJ 12.408 (English) >>Joseph. AJ 12.413

12.406

Ἔτι δʼ αὐτῷ κατιόντι ἀπὸ τῆς ἄκρας εἰς τὸ ἱερὸν ἀπαντήσαντες τῶν ἱερέων τινὲς καὶ πρεσβυτέρων ἠσπάζοντο καὶ τὰς θυσίας ἐπεδείκνυον, ἃς ὑπὲρ τοῦ βασιλέως ἔλεγον ἐπιφέρειν τῷ θεῷ. δὲ βλασφημήσας αὐτοὺς ἠπείλησεν, εἰ μὴ παραδοίη τὸν Ἰούδαν λαὸς αὐτῷ, καθαιρήσειν ὅταν ἐπανέλθῃ τὸν ναόν. 12.407καὶ μὲν ταῦτʼ ἀπειλήσας ἐξῆλθεν ἀπὸ τῶν Ἱεροσολύμων, οἱ δʼ ἱερεῖς εἰς δάκρυα διὰ τὴν ἐπὶ τοῖς εἰρημένοις λύπην προέπεσον καὶ τὸν θεὸν ἱκέτευον ῥύσασθαι ἐκ τῶν πολεμίων αὐτούς. 12.408 δὲ Νικάνωρ, ὡς ἐκ τῶν Ἱεροσολύμων ἐξελθὼν ἐγένετο κατά τινα κώμην Βηθωρου λεγομένην, αὐτόθι στρατοπεδεύεται προσγενομένης αὐτῷ καὶ ἄλλης ἀπὸ Συρίας δυνάμεως· Ἰούδας δὲ ἐν Ἀδασοῖς ἑτέρᾳ κώμῃ σταδίους ἀπεχούσῃ τριάκοντα τῆς Βηθωροῦ στρατοπεδεύεται δισχιλίους στρατιώτας ἔχων. 12.409τούτους παρορμήσας μὴ καταπλαγῆναι τὸ τῶν ἐναντίων πλῆθος, μηδὲ λογίζεσθαι πρὸς πόσους ἀγωνίζεσθαι μέλλουσιν, ἀλλὰ τίνες ὄντες καὶ περὶ οἵων ἐπάθλων κινδυνεύουσιν ἐνθυμουμένους εὐψύχως ὁμόσε χωρῆσαι τοῖς πολεμίοις, ἐπὶ τὴν μάχην ἐξάγει, καὶ συμβαλὼν τῷ Νικάνορι καὶ καρτερᾶς τῆς μάχης γενομένης κρατεῖ τῶν ἐναντίων καὶ πολλούς τε αὐτῶν ἀπέκτεινεν καὶ τελευταῖον αὐτὸς Νικάνωρ λαμπρῶς ἀγωνιζόμενος ἔπεσεν. 12.410οὗ πεσόντος οὐδὲ τὸ στράτευμα ἔμεινεν, ἀλλὰ τὸν στρατηγὸν ἀπολέσαντες εἰς φυγὴν ἐτράπησαν ῥίψαντες τὰς πανοπλίας. ἐπιδιώκων δὲ Ἰούδας ἐφόνευσεν καὶ ταῖς σάλπιγξι ταῖς πέριξ κώμαις ἐσήμαινεν, ὅτι νικῴη τοὺς πολεμίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.404 Joseph. AJ 12.408 (English) >>Joseph. AJ 12.413

Powered by PhiloLogic