Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.409 Joseph. AJ 12.414 (English) >>Joseph. AJ 12.418

12.412τὴν δὲ νίκην συνέβη γενέσθαι ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ λεγομένου παρὰ μὲν Ἰουδαίοις Ἄδαρ κατὰ δὲ Μακεδόνας Δύστρου. ἄγουσιν δʼ ἐν τούτῳ τὰ νικητήρια κατὰ πᾶν ἔτος καὶ ἑορτὴν νομίζουσι τὴν ἡμέραν. ἐξ ἐκείνου μέντοι τοῦ χρόνου πρὸς ὀλίγον τὸ τῶν Ἰουδαίων ἔθνος τῶν πολέμων ἀναπαυσάμενον καὶ εἰρήνης ἀπολαῦον ἔπειτα εἰς ἀγῶνας πάλιν καὶ κινδύνους κατέστη. 12.413

Τῷ δʼ ἀρχιερεῖ τῷ Ἀλκίμῳ βουληθέντι καθελεῖν τὸ τεῖχος τοῦ ἁγίου παλαιὸν ὂν καὶ κατεσκευασμένον ὑπὸ τῶν ἀρχαίων προφητῶν, πληγή τις αἰφνίδιος ἐκ τοῦ θεοῦ προσέπεσεν, ὑφʼ ἧς ἄφωνός τε ἐπὶ τὴν γῆν κατηνέχθη καὶ βασανισθεὶς ἐπὶ συχνὰς ἡμέρας ἀπέθανεν ἀρχιερατεύσας ἔτη τέσσαρα. 12.414τελευτήσαντος δὲ τούτου τὴν ἀρχιερωσύνην λαὸς τῷ Ἰούδᾳ δίδωσιν, ὃς ἀκούσας περὶ τῆς Ῥωμαίων δυνάμεως καὶ ὅτι καταπεπολεμήκασιν τήν τε Γαλατίαν καὶ τὴν Ἰβηρίαν καὶ Καρχηδόνα τῆς Λιβύης καὶ πρὸς τούτοις τὴν Ἑλλάδα κεχείρωνται καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ τὸν μέγαν Ἀντίοχον, ἔγνω φιλίαν ποιήσασθαι πρὸς αὐτούς. 12.415πέμψας οὖν εἰς τὴν Ῥώμην τῶν αὐτοῦ φίλων Εὐπόλεμον τὸν Ἰωάννου υἱὸν καὶ Ἰάσονα τὸν Ἐλεαζάρου παρεκάλει διʼ αὐτῶν συμμάχους εἶναι καὶ φίλους, καὶ Δημητρίῳ γράψαι, ὅπως μὴ πολεμῇ τοὺς Ἰουδαίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.409 Joseph. AJ 12.414 (English) >>Joseph. AJ 12.418

Powered by PhiloLogic