Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.422 Joseph. AJ 12.428 (English) >>Joseph. AJ 12.433

12.425ἀλλʼ εἰ καὶ τελευτὴν παρών μοι καιρὸς φέρει καὶ δεῖ πάντως ἀπολέσθαι μαχόμενον, στήσομαι γενναίως πᾶν ὑπομένων τὸ μέλλον τοῖς ἤδη κατωρθωμένοις καὶ τῇ περὶ αὐτῶν δόξῃ προσβαλῶ τὴν ἐκ τῆς νῦν φυγῆς ὕβριν.” καὶ μὲν ταῦτα πρὸς τοὺς ὑπολειφθέντας παρακαλῶν τοῦ κινδύνου καταφρονήσαντας ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ἔλεγεν. 12.426

δὲ Βακχίδης ἐξαγαγὼν ἐκ τοῦ στρατοπέδου τὴν δύναμιν πρὸς μάχην παρετάσσετο, καὶ τοὺς μὲν ἱππεῖς ἐξ ἑκατέρων τῶν κεράτων ἔταξε, τοὺς δὲ ψιλοὺς καὶ τοξότας προέστησεν πάσης τῆς φάλαγγος, αὐτὸς δʼ ἦν ἐπὶ τοῦ δεξιοῦ. 12.427οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι. 12.428τὸ δʼ αὐτὸ ποιήσας Ἰούδας συμβάλλει τοῖς πολεμίοις, καὶ καρτερῶς ἀμφοτέρων ἀγωνιζομένων καὶ τῆς μάχης μέχρι δυσμῶν παρατεινομένης, ἰδὼν Ἰούδας τὸν Βακχίδην καὶ τὸ κρατερὸν τῆς στρατιᾶς ἐν τῷ δεξιῷ κέρατι τυγχάνον, παραλαβὼν τοὺς εὐψυχοτάτους ὥρμησεν ἐπʼ ἐκεῖνο τὸ μέρος τῆς τάξεως, καὶ προσβαλὼν τοῖς ἐκεῖ διέσπα αὐτῶν τὴν φάλαγγα. 12.429ὠσάμενος δʼ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου. θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ἰούδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.422 Joseph. AJ 12.428 (English) >>Joseph. AJ 12.433

Powered by PhiloLogic