Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.429 Joseph. AJ 12.434 (English) >>Joseph. AJ 13.1

12.432λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ἰωνάθης ἀδελφοὶ τοῦ Ἰούδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις. 12.433καὶ τέλος μὲν τοιοῦτον κατέσχεν Ἰούδαν, ἄνδρα γενναῖον καὶ μεγαλοπόλεμον γενόμενον καὶ τῶν τοῦ πατρὸς ἐντολῶν Ματταθίου μνήμονα καὶ πάνθʼ ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας καὶ δρᾶσαι καὶ παθεῖν ὑποστάντα. 12.434τοιοῦτος οὖν τὴν ἀρετὴν ὑπάρξας μέγιστον αὐτοῦ κλέος καὶ μνημεῖον κατέλιπεν, ἐλευθερώσας τὸ ἔθνος καὶ τῆς ὑπὸ Μακεδόσιν ἐξαρπάσας αὐτὸ δουλείας. τὴν δʼ ἀρχιερωσύνην ἔτος τρίτον κατασχὼν ἀπέθανεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.429 Joseph. AJ 12.434 (English) >>Joseph. AJ 13.1

Powered by PhiloLogic