Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.73 Joseph. AJ 12.78 (English) >>Joseph. AJ 12.85

12.77τὸ μὲν οὖν ἀνάθημα τοῦτο κατὰ πολλὴν τοῦ βασιλέως φιλοτιμίαν τοιοῦτο τῇ τε πολυτελείᾳ τῆς ὕλης καὶ τῇ ποικιλίᾳ τῆς καλλονῆς καὶ τῇ μιμήσει τῇ κατὰ τὴν τορείαν τῶν τεχνιτῶν συνετελέσθη, σπουδάσαντος εἰ καὶ μὴ τῷ μεγέθει τῆς προανακειμένης τῷ θεῷ τραπέζης ἔμελλεν ἔσεσθαι διάφορος, τῇ μέντοι γε τέχνῃ καὶ τῇ καινουργίᾳ καὶ τῇ λαμπρότητι τῆς κατασκευῆς πολὺ κρείττονα καὶ περίβλεπτον ἀπεργάσασθαι. 12.78

Τῶν δὲ κρατήρων χρύσεοι μὲν ἦσαν δύο, φολιδωτὴν δʼ εἶχον ἀπὸ τῆς βάσεως μέχρι τοῦ διαζώματος τὴν τορείαν λίθων ταῖς σπείραις ποικίλων ἐνδεδεμένων. 12.79εἶτα ἐπʼ αὐτῇ μαίανδρος πηχυαῖος τὸ ὕψος ἐξείργαστο κατὰ σύνθεσιν λίθων παντοίων τὴν ἰδέαν, κατʼ αὐτοῦ δὲ ῥάβδωσις ἀναγέγλυπτο, καθʼ ἧς πλέγμα ῥομβωτὸν δικτύοις ἐμφερὲς ἕως τοῦ χείλους ἀνείλκυστο· 12.80τὰ δὲ μέσα λίθων ἀσπίδια τετραδακτύλων ἀνεπλήρου τὸ κάλλος. περιεστέφετο δὲ τὰ χείλη τοῦ κρατῆρος κρίνων σμίλαξι καὶ ἀνθεμίσι καὶ βοτρύων σχοινίαις εἰς κύκλον περιηγμέναις. 12.81τοὺς μὲν οὖν χρυσέους κρατῆρας δύο χωροῦντας ἑκάτερον ἀμφορέας τοῦτον κατεσκεύασαν τὸν τρόπον, οἱ δʼ ἀργύρεοι τῶν ἐσόπτρων τὴν λαμπρότητα πολὺ διαυγέστεροι γεγόνεισαν, ὡς τρανοτέρας διὰ τούτων τὰς τῶν προσφερομένων ὄψεις ὁρᾶσθαι. 12.82προσκατεσκεύασε δὲ τούτοις βασιλεὺς καὶ φιάλας τριάκοντα, ὧν ὅσα χρυσὸς ἦν ἀλλὰ μὴ λίθῳ πολυτελεῖ διείληπτο, σμίλαξι κισσοῦ καὶ πετάλοις ἀμπέλων ἐσκίαστο φιλοτέχνως ἐντετορευμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.73 Joseph. AJ 12.78 (English) >>Joseph. AJ 12.85

Powered by PhiloLogic