Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.93 Joseph. AJ 12.98 (English) >>Joseph. AJ 12.103

12.96συνέστρωσε δὲ πάντα διʼ αὐτοῦ τὰ πρὸς τὰς τοιαύτας ὑποδοχὰς καὶ διμερῆ τὴν κλισίαν ἐποίησεν οὑτωσὶ προστάξαντος τοῦ βασιλέως· τοὺς μὲν γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλιθῆναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν αὐτοῦ κλισίαν, οὐδὲν ἀπολιπὼν τῆς εἰς τοὺς ἄνδρας τιμῆς. 12.97ἐπεὶ δʼ οὕτως κατεκλίθησαν ἐκέλευσε τὸν Δωρόθεον, οἷς ἔθεσι χρώμενοι διατελοῦσιν πάντες οἱ ἀπὸ τῆς Ἰουδαίας πρὸς αὐτὸν ἀφιγμένοι κατὰ ταῦτα ὑπηρετεῖν. διὸ καὶ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἳ τὰς κατευχὰς ἐποιοῦντο, παρῃτήσατο, τῶν δὲ παραγενομένων ἕνα Ἐλισαῖον ὄνομα ὄντα ἱερέα παρεκάλεσεν βασιλεὺς ποιήσασθαι κατευχάς. 12.98 δὲ στὰς εἰς μέσον ηὔχετο τῷ βασιλεῖ τὰ ἀγαθὰ καὶ τοῖς ἀρχομένοις ὑπʼ αὐτοῦ, εἶτα κρότος ἐξ ἁπάντων μετὰ χαρᾶς καὶ βοῆς ἤρθη καὶ παυσάμενοι πρὸς εὐωχίαν καὶ τὴν ἀπόλαυσιν τῶν παρεσκευασμένων ἐτράπησαν. 12.99διαλιπὼν δʼ βασιλεὺς ἐφʼ ὅσον ἔδοξεν ἀποχρῶντα καιρὸν εἶναι φιλοσοφεῖν ἤρξατο καὶ ἕκαστον αὐτῶν λόγους ἐπηρώτα φυσικούς, καὶ πρὸς τὴν τῶν ζητουμένων θεωρίαν ἀκριβῶς ἐκείνων περὶ παντὸς οὑτινοσοῦν λέγειν αὐτοῖς προβληθείη διασαφούντων, ἡδόμενος τούτοις ἐφʼ ἡμέρας δώδεκα τὸ συμπόσιον ἐποιήσατο, 12.100ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, συνέγραψεν διὰ ταῦτα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.93 Joseph. AJ 12.98 (English) >>Joseph. AJ 12.103

Powered by PhiloLogic