Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.95 Joseph. AJ 13.100 (English) >>Joseph. AJ 13.105

13.98θεασάμενοι δὲ τοὺς πεζοὺς φεύγοντας οἱ ἱππεῖς οὐδʼ αὐτοὶ μένουσιν, ἀλλὰ πάρετοι μὲν ὄντες αὐτοὶ διὰ τὸ μέχρι δείλης μάχεσθαι, τῆς δὲ παρὰ τῶν πεζῶν ἐλπίδος αὐτοῖς ἀπολωλυίας, ἀκόσμως καὶ συγκεχυμένως ἔφευγον, ὡς διασχισθέντας αὐτοὺς διὰ παντὸς σκορπισθῆναι τοῦ πεδίου. 13.99διώκων δʼ αὐτοὺς Ἰωνάθης μέχρι τῆς Ἀζώτου καὶ πολλοὺς ἀναιρῶν ἀπογνόντας τῆς σωτηρίας ἠνάγκασεν ἐπὶ τὸν τοῦ Δαγῶνος ναὸν καταφυγεῖν, ὃς ἦν ἐν Ἀζώτῳ. λαβὼν δʼ ἐξ ἐπιδρομῆς Ἰωνάθης τὴν πόλιν αὐτήν τε ἐνέπρησεν καὶ τὰς περὶ αὐτὴν κώμας. 13.100ἀπέσχετο δʼ οὐδὲ τοῦ Δαγῶνος ἱεροῦ, ἀλλὰ καὶ τοῦτʼ ἐνέπρησεν καὶ τοὺς εἰς αὐτὸ συμφυγόντας διέφθειρεν. τὸ δὲ πᾶν πλῆθος τῶν ἐν τῇ μάχῃ πεσόντων καὶ καταφλεγέντων ἐν τῷ ἱερῷ τῶν πολεμίων ἦσαν ὀκτακισχίλιοι. 13.101κρατήσας οὖν τοσαύτης δυνάμεως ἄρας ἀπὸ τῆς Ἀζώτου εἰς Ἀσκάλωνα παραγίνεται, καὶ καταστρατοπεδεύσαντος ἔξω τῆς πόλεως αὐτοῦ προῆλθον εἰς ἀπάντησιν αὐτῷ οἱ Ἀσκαλωνῖται ξένια προσφέροντες αὐτῷ καὶ τιμῶντες. δὲ ἀποδεξάμενος αὐτοὺς τῆς προαιρέσεως ἀνέστρεψεν ἐκεῖθεν εἰς Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος λείαν, ἣν ἔλαβεν νικήσας τοὺς πολεμίους. 13.102Ἀλέξανδρος δʼ ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.95 Joseph. AJ 13.100 (English) >>Joseph. AJ 13.105

Powered by PhiloLogic