Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.103 Joseph. AJ 13.108 (English) >>Joseph. AJ 13.114

13.106

Γενόμενος δʼ ἐν Πτολεμαΐδι παρὰ πᾶσαν προσδοκίαν μικροῦ διεφθάρη Πτολεμαῖος ἐπιβουλευθεὶς ὑπὸ Ἀλεξάνδρου διʼ Ἀμμωνίου, ὃς ἐτύγχανεν αὐτῷ φίλος ὤν. 13.107φανερᾶς δὲ τῆς ἐπιβουλῆς γενομένης Πτολεμαῖος γράφει τῷ Ἀλεξάνδρῳ πρὸς κόλασιν ἐξαιτῶν τὸν Ἀμμώνιον, ἐπιβουλευθῆναι λέγων ὑπʼ αὐτοῦ καὶ δίκην διὰ τοῦτʼ αὐτὸν ὑποσχεῖν ἀξιῶν. οὐκ ἐκδιδόντος δὲ τοῦ Ἀλεξάνδρου συνεὶς αὐτὸν ἐκεῖνον εἶναι τὸν ἐπιβουλεύσαντα χαλεπῶς διετέθη πρὸς αὐτόν. 13.108τοῖς δὲ Ἀντιοχεῦσιν καὶ πρότερον ἦν προσκεκρουκὼς Ἀλέξανδρος διὰ τὸν Ἀμμώνιον· πολλὰ γὰρ ὑπʼ αὐτοῦ πεπόνθεισαν κακά. τιμωρίαν μέντοι τῶν τετολμημένων Ἀμμώνιος ὑπέσχεν κατασφαγεὶς αἰσχρῶς ὡς γυνή, κρύπτειν ἑαυτὸν σπουδάσας στολῇ γυναικείῳ, καθὼς ἐν ἄλλοις δεδηλώκαμεν. 13.109

Πτολεμαῖος δὲ μεμψάμενος αὑτὸν τοῦ τε συνοικίσαι τὴν θυγατέρα Ἀλεξάνδρῳ τῆς τε συμμαχίας τῆς κατὰ Δημητρίου διαλύεται τὴν πρὸς αὐτὸν συγγένειαν· 13.110ἀποσπάσας γὰρ τὴν θυγατέρα πέμπει πρὸς Δημήτριον εὐθὺς περὶ συμμαχίας καὶ φιλίας συντιθέμενος, τήν τε θυγατέρα δώσειν αὐτῷ ὑπισχνούμενος γυναῖκα καὶ καταστήσειν αὐτὸν εἰς τὴν πατρῴαν ἀρχήν. δὲ Δημήτριος ἡσθεὶς τοῖς πεπρεσβευμένοις δέχεται τὴν συμμαχίαν καὶ τὸν γάμον. 13.111ἓν δʼ ἔτι Πτολεμαίῳ τὸ λοιπὸν ἀγώνισμα ὑπελείπετο πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι Δημήτριον ἀπεχθῶς πρὸς αὐτὸν διακειμένους ὑπὲρ ὧν πατὴρ αὐτοῦ Δημήτριος εἰς αὐτοὺς παρηνόμησεν. κατεπράξατο δὲ καὶ τοῦτο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.103 Joseph. AJ 13.108 (English) >>Joseph. AJ 13.114

Powered by PhiloLogic