Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.115 Joseph. AJ 13.120 (English) >>Joseph. AJ 13.125

13.118τοῦ δὲ Ἀλεξάνδρου τὴν κεφαλὴν τῶν Ἀράβων δυνάστης ἀποτεμὼν Ζάβειλος ἀπέστειλεν Πτολεμαίῳ, ὃς τῇ πέμπτῃ τῶν ἡμερῶν ἀνενεγκὼν ἐκ τῶν τραυμάτων καὶ φρονήσας ἥδιστον ἄκουσμα καὶ θέαμα τὴν Ἀλεξάνδρου τελευτὴν ἅμα καὶ τὴν κεφαλὴν ἀκούει καὶ θεᾶται. 13.119καὶ μετʼ οὐ πολὺ πλησθεὶς τῆς ἐπʼ Ἀλεξάνδρῳ τεθνηκότι χαρᾶς καὶ αὐτὸς κατέστρεψε τὸν βίον. ἐβασίλευσεν δὲ τῆς Ἀσίας Ἀλέξανδρος Βάλας ἐπιλεγόμενος ἔτη πέντε, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν. 13.120

Παραλαβὼν δὲ τὴν βασιλείαν Δημήτριος Νικάτωρ ἐπιλεγόμενος ὑπὸ πονηρίας ἤρξατο διαφθείρειν τὰ τοῦ Πτολεμαίου στρατεύματα, τῆς τε πρὸς αὐτὸν συμμαχίας ἐκλαθόμενος καὶ ὅτι πενθερὸς ἦν αὐτοῦ καὶ διὰ τὸν τῆς Κλεοπάτρας γάμον συγγενής. οἱ μὲν οὖν στρατιῶται φεύγουσιν αὐτοῦ τὴν πεῖραν εἰς Ἀλεξάνδρειαν, τῶν δʼ ἐλεφάντων Δημήτριος ἐγκρατὴς γίνεται. 13.121Ἰωνάθης δʼ ἀρχιερεὺς ἐξ ἁπάσης τῆς Ἰουδαίας στρατιὰν συναγαγὼν προσβαλὼν ἐπολιόρκει τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν ἔχουσαν Μακεδονικὴν φρουρὰν καὶ τῶν ἀσεβῶν τινας καὶ πεφευγότων τὴν πάτριον συνήθειαν. 13.122οὗτοι δὲ τὸ μὲν πρῶτον κατεφρόνουν ὧν Ἰωνάθης ἐμηχανᾶτο περὶ τὴν αἵρεσιν πεπιστευκότες τῇ ὀχυρότητι τοῦ χωρίου, νυκτὸς δέ τινες τῶν ἐν αὐτῷ πονηρῶν ἐξελθόντες ἧκον πρὸς Δημήτριον καὶ τὴν πολιορκίαν αὐτῷ τῆς ἄκρας ἐμήνυσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.115 Joseph. AJ 13.120 (English) >>Joseph. AJ 13.125

Powered by PhiloLogic