Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.120 Joseph. AJ 13.124 (English) >>Joseph. AJ 13.128

13.122οὗτοι δὲ τὸ μὲν πρῶτον κατεφρόνουν ὧν Ἰωνάθης ἐμηχανᾶτο περὶ τὴν αἵρεσιν πεπιστευκότες τῇ ὀχυρότητι τοῦ χωρίου, νυκτὸς δέ τινες τῶν ἐν αὐτῷ πονηρῶν ἐξελθόντες ἧκον πρὸς Δημήτριον καὶ τὴν πολιορκίαν αὐτῷ τῆς ἄκρας ἐμήνυσαν. 13.123 δὲ τοῖς ἠγγελμένοις παροξυνθείς, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὸν Ἰωνάθην. γενόμενος δὲ ἐν Πτολεμαΐδι γράφει κελεύων αὐτὸν σπεῦσαι πρὸς αὐτὸν εἰς Πτολεμαΐδα. 13.124 δὲ τὴν μὲν πολιορκίαν οὐκ ἔπαυσεν, τοὺς δὲ πρεσβυτέρους τοῦ λαοῦ παραλαβὼν καὶ τοὺς ἱερεῖς καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ πλῆθος ξενίων κομίζων ἧκεν πρὸς τὸν Δημήτριον, καὶ τούτοις δωρησάμενος αὐτὸν θεραπεύει τὴν ὀργὴν τοῦ βασιλέως, καὶ τιμηθεὶς ὑπʼ αὐτοῦ λαμβάνει βεβαίαν ἔχειν τὴν ἀρχιερωσύνην, καθὼς καὶ παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἐκέκτητο. 13.125κατηγορούντων δὲ αὐτοῦ τῶν φυγάδων Δημήτριος οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ παρακαλέσαντος αὐτόν, ὅπως ὑπὲρ τῆς Ἰουδαίας ἁπάσης καὶ τῶν τριῶν τοπαρχιῶν Σαμαρείας καὶ Ἰόππης καὶ Γαλιλαίας τριακόσια τελῇ τάλαντα, δίδωσιν καὶ περὶ πάντων ἐπιστολάς, αἳ περιεῖχον τοῦτον τὸν τρόπον· 13.126βασιλεὺς Δημήτριος Ἰωνάθῃ τῷ ἀδελφῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἔγραψα Λασθένει τῷ συγγενεῖ ἡμῶν ἀπεστάλκαμεν ὑμῖν, ἵνα εἰδῆτε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.120 Joseph. AJ 13.124 (English) >>Joseph. AJ 13.128

Powered by PhiloLogic