Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.125 Joseph. AJ 13.130 (English) >>Joseph. AJ 13.134

13.128ἔτι τε ὅσα παρὰ τῶν θυόντων ἐν Ἱεροσολύμοις ἐλάμβανον οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν φυτῶν, καὶ τἆλλα τὰ προσήκοντα ἡμῖν, καὶ τὰς λίμνας τῶν ἁλῶν καὶ τοὺς κομιζομένους ἡμῖν στεφάνους ἀφίημι αὐτοῖς, καὶ οὐδὲν παραβιβασθήσεται τούτων ἀπὸ τοῦ νῦν οὐδὲ εἰς τὸν ἅπαντα χρόνον. φρόντισον οὖν, ἵνα τούτων ἀντίγραφον γένηται καὶ δοθῇ Ἰωνάθῃ καὶ ἐν ἐπισήμῳ τόπῳ τοῦ ἁγίου ἱεροῦ τεθῇ.” 13.129 τὰ μὲν δὴ γραφέντα ταῦτα ἦν. ὁρῶν δὲ Δημήτριος εἰρήνην οὖσαν καὶ μηδένα κίνδυνον μηδὲ πολέμου φόβον ὑπάρχοντα διέλυσε τὴν στρατιὰν καὶ τὸν μισθὸν αὐτῶν ἐμείωσεν, καὶ μόνοις τοῦτον ἐχορήγει τοῖς ξενολογηθεῖσιν, οἳ συνανέβησαν ἐκ Κρήτης αὐτῷ καὶ ἐκ τῶν ἄλλων νήσων. 13.130ἔχθρα τοιγαροῦν αὐτῷ καὶ μῖσος ἐκ τούτου γίνεται παρὰ τῶν στρατιωτῶν, οἷς αὐτὸς μὲν οὐδὲν οὐκέτι παρεῖχεν, οἱ δὲ πρὸ αὐτοῦ βασιλεῖς καὶ ἐπʼ εἰρήνης χορηγοῦντες αὐτοῖς ὁμοίως διετέλουν, ἵνʼ εὐνοοῦντας ἔχωσιν καὶ ἐν τοῖς ὑπὲρ αὐτῶν ἀγῶσιν εἰ δεήσειέν ποτε προθύμους. 13.131

Ἀμέλει ταύτην νοήσας τὴν δύσνοιαν τῶν στρατιωτῶν πρὸς Δημήτριον Ἀλεξάνδρου τις στρατηγὸς Ἀπαμεὺς τὸ γένος Διόδοτος καὶ Τρύφων ἐπικληθείς, παραγίνεται πρὸς Μάλχον τὸν Ἄραβα, ὃς ἔτρεφε τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, καὶ δηλώσας αὐτῷ τὴν δυσμένειαν τὴν τῶν στρατευμάτων πρὸς Δημήτριον ἔπειθεν αὐτῷ δοῦναι τὸν Ἀντίοχον· βασιλέα γὰρ αὐτὸν ποιήσειν καὶ τὴν ἀρχὴν αὐτῷ τὴν τοῦ πατρὸς ἀποκαταστήσειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.125 Joseph. AJ 13.130 (English) >>Joseph. AJ 13.134

Powered by PhiloLogic