13.132ὁ δὲ τὸ μὲν πρῶτον ἀντεῖχεν ὑπʼ ἀπιστίας, ὕστερον δὲ πολλῷ χρόνῳ προσλιπαρήσαντος τοῦ Τρύφωνος νικᾶται τὴν προαίρεσιν εἰς ἃ Τρύφων παρεκάλει. καὶ τὰ μὲν περὶ τούτου τἀνδρὸς ἐν τούτοις ὑπῆρχεν.
13.133
Ὁ δʼ ἀρχιερεὺς Ἰωνάθης ἐξελθεῖν βουλόμενος τοὺς ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων καὶ τοὺς Ἰουδαίων φυγάδας καὶ ἀσεβεῖς καὶ τοὺς ἐν ἁπάσῃ τῇ χώρᾳ φρουρούς, πέμψας πρὸς Δημήτριον δῶρα καὶ πρεσβευτὰς παρεκάλει τοὺς ἐν τοῖς ὀχυρώμασι τῆς Ἰουδαίας ἐκβαλεῖν.
13.134ὁ δʼ οὐ ταῦτα μόνον αὐτῷ παρέξειν, ἀλλὰ καὶ μείζω τούτων ὑπισχνεῖται μετὰ τὸν ἐν χερσὶ πόλεμον· τούτῳ γὰρ νῦν εὐσχολεῖν. ἠξίου δʼ αὐτὸν καὶ συμμαχίαν πέμψαι δηλῶν ἀποστῆναι τὴν δύναμιν αὐτοῦ. καὶ Ἰωνάθης μὲν τρισχιλίους ἐπιλεξάμενος στρατιώτας ἔπεμψεν.
13.135
Ἀντιοχεῖς δὲ μισοῦντες τὸν Δημήτριον ὑπὲρ ὧν πεπόνθεισαν ὑπʼ αὐτοῦ κακῶς, ἀπεχθανόμενοι δʼ αὐτῷ καὶ διὰ τὸν πατέρα Δημήτριον πολλὰ εἰς αὐτοὺς ἐξαμαρτόντα, καιρὸν ἐπετήρουν λαβεῖν καθʼ ὃν ἐπιθοῖντο αὐτῷ.
13.136νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα.