Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.144 Joseph. AJ 13.148 (English) >>Joseph. AJ 13.152

13.146ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δʼ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δʼ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν. 13.147Ἰωνάθης δʼ ἐπὶ τοῖς παρʼ Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδʼ αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρʼ αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθʼ ὧν εὖ πάθοι. 13.148

Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δʼ οὐκ ἔδοσαν. 13.149παραγενόμενος δʼ ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτʼ εἰς αὐτάς· εἶναι δʼ αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας. 13.150πείσας δʼ ὁμολογῆσαι πρὸς τὸν Ἀντίοχον συμμαχεῖν τὰς πόλεις εἰς Γάζαν παρεγένετο προσαξόμενος καὶ τὴν παρὰ τούτων εὔνοιαν Ἀντιόχῳ. πολὺ δʼ εὗρεν τῆς προσδοκίας τοὺς Γαζαίους ἀλλοτριώτερον ἔχοντας· ἀπέκλεισαν γὰρ αὐτῷ τὰς πύλας καὶ τὸν Δημήτριον ἐγκαταλιπόντες οὐκ ἔγνωσαν Ἀντιόχῳ προσχωρῆσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.144 Joseph. AJ 13.148 (English) >>Joseph. AJ 13.152

Powered by PhiloLogic