Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.154 Joseph. AJ 13.158 (English) >>Joseph. AJ 13.164

13.156ὡς δὲ χώματα μὲν ἐγείραντος τοῦ Σίμωνος, μηχανήματα δʼ ἱστάντος καὶ πολλῇ σπουδῇ χρωμένου περὶ τὴν τῆς Βεθσούρου πολιορκίαν ἔδεισαν οἱ φρουροί, μὴ κατὰ κράτος ἐξαιρεθέντος τοῦ χωρίου διαφθαρῶσιν, πέμψαντες πρὸς τὸν Σίμωνα ἠξίουν ὅρκους λαβόντες, ὥστε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, καταλιπεῖν τὸ χωρίον καὶ πρὸς Δημήτριον ἀπελθεῖν. 13.157 δὲ δοὺς ταύτας αὐτοῖς τὰς πίστεις ἐκβάλλει μὲν ἐκείνους ἐκ τῆς πόλεως, αὐτὸς δὲ φρουρὰν καθίστησιν ἰδίαν. 13.158

Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους. 13.159μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπʼ αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον· οὓς ἰδὼν Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο. 13.160τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν. 13.161καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας Ἀψαλώμου καὶ Ἰούδας Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες· τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.154 Joseph. AJ 13.158 (English) >>Joseph. AJ 13.164

Powered by PhiloLogic