Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.11 Joseph. AJ 13.16 (English) >>Joseph. AJ 13.21

13.14ὧν πολλοὺς καταβαλὼν ἐπεὶ τολμηρῶς εἶδεν ἐπερχόμενον αὐτῷ τὸν Βακχίδην, ἐξέτεινε τὴν δεξιὰν ὡς πλήξων αὐτόν. τοῦ δὲ προϊδομένου καὶ τὴν πληγὴν ἐκκλίναντος ἀποπηδήσας μετὰ τῶν ἑταίρων εἰς τὸν ποταμὸν διενήξατο, καὶ τοῦτον διασώζονται τὸν τρόπον εἰς τὸ πέραν τοῦ Ἰορδάνου, τῶν πολεμίων οὐκέτι τὸν ποταμὸν ἀντιδιαβάντων ὑποστρέψαντος εὐθὺς τοῦ Βακχίδου εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν. 13.15ἀπέβαλεν δὲ τῆς στρατιᾶς ὡς περὶ δισχιλίους. πολλὰς δὲ τῆς Ἰουδαίας καταλαβόμενος πόλεις Βακχίδης ὠχύρωσεν, καὶ τὴν Ἱεριχοῦντα καὶ Ἀμμαοῦν καὶ Βαιθωροῦν καὶ Βέθηλα καὶ Θαμναθὰ καὶ Φαραθὼ καὶ Τοχόαν καὶ Γάζαρα, 13.16καὶ πύργους ἐν ἑκάστῃ τῶν πόλεων οἰκοδομήσας καὶ τείχη περιβαλὼν αὐταῖς καρτερὰ καὶ τῷ μεγέθει διαφέροντα δύναμιν εἰς αὐτὰς κατέστησεν, ὅπως κακοῦν ἐκεῖθεν ὁρμώμενοι τοὺς Ἰουδαίους ἔχωσιν. 13.17μάλιστα δὲ τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὠχύρωσεν. λαβὼν δὲ καὶ τοὺς τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους εἰς τὴν ἄκραν αὐτοὺς ἐνέκλεισεν καὶ τοῦτον ἐφύλαττεν τὸν τρόπον. 13.18

Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.11 Joseph. AJ 13.16 (English) >>Joseph. AJ 13.21

Powered by PhiloLogic