Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.155 Joseph. AJ 13.160 (English) >>Joseph. AJ 13.165

13.158

Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους. 13.159μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπʼ αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον· οὓς ἰδὼν Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο. 13.160τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν. 13.161καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας Ἀψαλώμου καὶ Ἰούδας Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες· τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν. 13.162οἱ δʼ ἀναχωρήσαντες τῶν Ἰωνάθου στρατιωτῶν ὡς εἶδον τοὺς πολεμίους τραπέντας, ἐπισυλλεγέντες ἐκ τῆς φυγῆς ὥρμησαν αὐτοὺς διώκειν καὶ τοῦτʼ ἐποίησαν μέχρι Κεδάσων, οὗ τὸ στρατόπεδον ἦν τοῖς πολεμίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.155 Joseph. AJ 13.160 (English) >>Joseph. AJ 13.165

Powered by PhiloLogic