13.162οἱ δʼ ἀναχωρήσαντες τῶν Ἰωνάθου στρατιωτῶν ὡς εἶδον τοὺς πολεμίους τραπέντας, ἐπισυλλεγέντες ἐκ τῆς φυγῆς ὥρμησαν αὐτοὺς διώκειν καὶ τοῦτʼ ἐποίησαν μέχρι Κεδάσων, οὗ τὸ στρατόπεδον ἦν τοῖς πολεμίοις.
13.163
Κρατήσας οὖν Ἰωνάθης τῇ μάχῃ λαμπρῶς καὶ δισχιλίους τῶν ἐχθρῶν ἀποκτείνας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. ὁρῶν οὖν, ὅτι πάντʼ αὐτῷ κατὰ νοῦν προνοίᾳ θεοῦ χωρεῖ, πρὸς Ῥωμαίους πρεσβευτὰς ἀπέστειλεν, ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν.
13.164τοῖς δʼ αὐτοῖς πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς Σπαρτιάτας ἀφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν. οἱ δʼ ὡς ἦλθον εἰς τὴν Ῥώμην παρελθόντες εἰς τὴν βουλὴν αὐτῶν καὶ τὰ παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας βεβαιώσει,
13.165τῆς βουλῆς ἐπικυρωσάσης τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς πρὸς ἅπαντας τοὺς βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς διʼ αὐτῶν τύχωσιν, ἀναστρέφοντες εἰς τὴν Σπάρτην παρεγένοντο καὶ τὰς ἐπιστολάς, ἃς ἔλαβον παρὰ Ἰωνάθου, αὐτοῖς ἀπέδοσαν.
13.166τὸ δʼ ἀντίγραφον ἦν τόδε· “ἀρχιερεὺς Ἰωνάθης τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ ἡ γερουσία καὶ τὸ κοινὸν τῶν ἱερέων Λακεδαιμονίων ἐφόροις καὶ γερουσίᾳ καὶ δήμῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἐρρωμένοις ὑμῖν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια χωρεῖ κατὰ νοῦν, οὕτως ἂν ἔχοι ὡς βουλόμεθα, ἐρρώμεθα δὲ καὶ ἡμεῖς.