Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.163 Joseph. AJ 13.168 (English) >>Joseph. AJ 13.172

13.166τὸ δʼ ἀντίγραφον ἦν τόδε· “ἀρχιερεὺς Ἰωνάθης τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ γερουσία καὶ τὸ κοινὸν τῶν ἱερέων Λακεδαιμονίων ἐφόροις καὶ γερουσίᾳ καὶ δήμῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἐρρωμένοις ὑμῖν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια χωρεῖ κατὰ νοῦν, οὕτως ἂν ἔχοι ὡς βουλόμεθα, ἐρρώμεθα δὲ καὶ ἡμεῖς. 13.167ἐπειδὴ τοῖς ἔμπροσθεν χρόνοις κομισθείσης Ὀνίᾳ τῷ γενομένῳ ἀρχιερεῖ παρʼ ἡμῖν παρὰ Ἀρέως τοῦ βασιλεύσαντος ὑμῶν ἐπιστολῆς διὰ Δημοτέλους περὶ τῆς ὑπαρχούσης ὑμῖν πρὸς ἡμᾶς συγγενείας, ἧς ὑποτέτακται τὸ ἀντίγραφον, τήν τε ἐπιστολὴν ἐδεξάμεθα προθύμως καὶ τῷ Δημοτέλει καὶ τῷ Ἀρεῖ εὐνοϊκῶς διετέθημεν, οὐ δεόμενοι τῆς τοιαύτης ἀποδείξεως διὰ τὸ ἐκ τῶν ἱερῶν ἡμῶν πεπιστεῦσθαι γραμμάτων, 13.168τὸ μὲν προκατάρχειν τῆς ἀναγνωρίσεως οὐδὲ δοκιμάζομεν μὴ καὶ προαρπάζειν δοκῶμεν τὴν παρʼ ὑμῶν διδομένην δόξαν, πολλῶν δὲ χρόνων διαγενομένων ἀπὸ τῆς ἐξ ἀρχῆς ἀναποληθείσης ἡμῖν οἰκειότητος ἐν ταῖς ἱεραῖς καὶ ἐπωνύμοις ἡμέραις θυσίας τῷ θεῷ προσφέροντες καὶ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τε καὶ νίκης αὐτὸν παρακαλοῦμεν. 13.169πολλῶν δʼ ἡμᾶς πολέμων περιστάντων διὰ τὴν τῶν γειτνιώντων πλεονεξίαν οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τῶν προσηκόντων ἡμῖν ἐνοχλεῖν ἐκρίναμεν. καταγωνισάμενοι δὲ τοὺς πολεμίους πέμποντες πρὸς Ῥωμαίους Νουμήνιον τὸν Ἀντιόχου καὶ Ἀντίπατρον τὸν Ἰάσονος τῶν ἀπὸ τῆς γερουσίας ὄντων παρʼ ἡμῖν ἐν τιμῇ, ἐδώκαμεν αὐτοῖς καὶ πρὸς ὑμᾶς ἐπιστολάς, ὅπως ἀνανεώσωνται τὴν πρὸς ὑμᾶς ἡμῖν συγγένειαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.163 Joseph. AJ 13.168 (English) >>Joseph. AJ 13.172

Powered by PhiloLogic