Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.183 Joseph. AJ 13.188 (English) >>Joseph. AJ 13.192

13.186ταύταις ἐπαρθεὶς ταῖς ἐλπίσιν ὥρμησεν πρὸς αὐτούς, εἰ καταστρέψαιτο τοὺς Πάρθους καὶ γένοιτʼ αὐτῷ δύναμις, τὸν Τρύφωνα πολεμῆσαι διεγνωκὼς καὶ τῆς Συρίας ἐκβαλεῖν. δεξαμένων δὲ αὐτὸν προθύμως τῶν ἐν τῇ χώρᾳ, συναγαγὼν δύναμιν ἐπολέμησεν πρὸς τὸν Ἀρσάκην, καὶ τὴν στρατιὰν πᾶσαν ἀποβαλὼν αὐτὸς ζῶν ἐλήφθη, καθὼς καὶ ἐν ἄλλοις δεδήλωται. 13.187

Τρύφων δʼ ἐπειδὴ τὰ περὶ τὸν Δημήτριον ἔγνω τοιοῦτο λαβόντα τέλος οὐκέτʼ ἦν Ἀντιόχῳ βέβαιος, ἀλλʼ ἐπεβούλευεν ὥστʼ αὐτὸν ἀποκτείνας τὴν βασιλείαν αὐτὸς κατασχεῖν. ἐνεπόδιζέ γε μὴν αὐτοῦ τὴν προαίρεσιν ταύτην παρὰ Ἰωνάθου φόβος φίλου τυγχάνοντος Ἀντιόχῳ, καὶ διὰ τοῦτʼ ἐκποδὼν ποιήσασθαι τὸν Ἰωνάθην πρῶτον ἔγνω καὶ τότε τοῖς περὶ τὸν Ἀντίοχον ἐγχειρεῖν. 13.188ἀπάτῃ δʼ αὐτὸν καὶ δόλῳ κρίνας ἀνελεῖν εἰς Βαιθσὰν ἐκ τῆς Ἀντιοχείας παραγίνεται τὴν καλουμένην ὑφʼ Ἑλλήνων Σκυθόπολιν, εἰς ἣν μετὰ τεσσάρων αὐτῷ μυριάδων Ἰωνάθης ἀπήντησεν ἐπιλέκτου στρατοῦ· πολεμήσοντα γὰρ αὐτὸν ἥκειν ὑπελάμβανεν. 13.189 δʼ ἕτοιμον εἰς μάχην γνοὺς τὸν Ἰωνάθην ὑπέρχεται δώροις αὐτὸν καὶ φιλοφρονήσει, καὶ τοῖς ἡγεμόσιν αὐτοῦ πειθαρχεῖν Ἰωνάθῃ προσέταξεν, τούτοις πιστώσασθαι βουλόμενος εὔνοιαν καὶ πᾶσαν ὑπόνοιαν ἐξελεῖν εἰς τὸ καταφρονήσαντα λαβεῖν ἀφύλακτον οὐδὲν προορώμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.183 Joseph. AJ 13.188 (English) >>Joseph. AJ 13.192

Powered by PhiloLogic