Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.193 Joseph. AJ 13.198 (English) >>Joseph. AJ 13.202

13.196καὶ δὴ τοῦτʼ αὐτοῖς ὡς ὑπενόουν συνέπεσεν· τὸν γὰρ Ἰωνάθου ἀκούσαντες θάνατον οἱ ἐκ τῶν ἐθνῶν πολεμεῖν ἤρξαντο τοὺς Ἰουδαίους ὡς ἀποροῦντας ἡγεμόνος. αὐτὸς δʼ Τρύφων δύναμιν συναγαγὼν γνώμην εἶχεν ἀναβὰς εἰς τὴν Ἰουδαίαν πολεμεῖν τοὺς ἐν αὐτῇ. 13.197Σίμων δʼ ὁρῶν πρὸς ταῦτα τοὺς Ἱεροσολυμίτας καταπεπληγότας, βουλόμενος αὐτοὺς εἰς τὸ ὑποστῆναι προθύμως ἐπιόντα τὸν Τρύφωνα θαρραλεωτέρους ποιῆσαι τῷ λόγῳ, συγκαλέσας τὸν δῆμον εἰς τὸν ἱερὸν ἐντεῦθεν αὐτοὺς παρακαλεῖν ἤρξατο· 13.198τὸ μὲν ὑπὲρ τῆς ὑμετέρας ἐλευθερίας, ὁμόφυλοι, μετὰ τοῦ πατρὸς ἐγώ τε καὶ οἱ ἀδελφοί μου ὡς ἐτολμήσαμεν ἀσμένως ἀποθανεῖν οὐκέτʼ ἀγνοεῖτε. παραδειγμάτων δὲ τοιούτων εὐποροῦντός μου κἀκ τοῦ θνήσκειν ὑπὲρ τῶν νόμων καὶ τῆς θρησκείας τοὺς ἐκ τῆς ἡμετέρας οἰκίας γενομένους ἡγησαμένου φόβος οὐδὲ εἷς ἔσται τηλικοῦτος, ὃς ταύτην ἡμῶν τὴν διάνοιαν ἐκβαλεῖ τῆς ψυχῆς, ἀντεισάξει δʼ εἰς αὐτὴν φιλοζωΐαν καὶ δόξης καταφρόνησιν. 13.199ὅθεν ὡς οὐκ ἀποροῦντες ἡγεμόνος οἵου τε καὶ πάσχειν ὑπὲρ ὑμῶν τὰ μέγιστα καὶ δρᾶν ἕπεσθέ μοι προθύμως ἐφʼ οὓς ἂν ἡγῶμαι· οὔτε γὰρ κρείττων ἐγὼ τῶν ἀδελφῶν τῶν ἐμῶν, ἵνα φείδωμαι τῆς ἐμαυτοῦ ψυχῆς, οὔτε χείρων, ἵνʼ κάλλιστον ἐκείνοις ἔδοξεν τὸ τελευτᾶν ὑπὲρ τῶν νόμων καὶ τῆς τοῦ θεοῦ θρησκείας ὑμῶν τοῦτʼ ἐγὼ φύγω καὶ καταλίπω.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.193 Joseph. AJ 13.198 (English) >>Joseph. AJ 13.202

Powered by PhiloLogic