Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.15 Joseph. AJ 13.20 (English) >>Joseph. AJ 13.25

13.18

Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ. 13.19οἱ δὲ περὶ τὸν Ἰωνάθην καὶ Σίμωνα καιρὸν ἐπιτηδειότατον εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρʼ αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον. 13.20ὡς δʼ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν. 13.21καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον· αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι. 13.22

Σίμων μὲν οὖν καὶ Ἰωνάθης εἰς τὰ ἕλη τοῦ ποταμοῦ ὑποστρέψαντες αὐτόθι κατέμενον. Βακχίδης δὲ τὴν Ἰουδαίαν ἅπασαν φρουραῖς ἀσφαλισάμενος ὑπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ τότε μὲν ἐπʼ ἔτη δύο τὰ τῶν Ἰουδαίων ἠρέμησεν πράγματα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.15 Joseph. AJ 13.20 (English) >>Joseph. AJ 13.25

Powered by PhiloLogic