Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.195 Joseph. AJ 13.200 (English) >>Joseph. AJ 13.204

13.198τὸ μὲν ὑπὲρ τῆς ὑμετέρας ἐλευθερίας, ὁμόφυλοι, μετὰ τοῦ πατρὸς ἐγώ τε καὶ οἱ ἀδελφοί μου ὡς ἐτολμήσαμεν ἀσμένως ἀποθανεῖν οὐκέτʼ ἀγνοεῖτε. παραδειγμάτων δὲ τοιούτων εὐποροῦντός μου κἀκ τοῦ θνήσκειν ὑπὲρ τῶν νόμων καὶ τῆς θρησκείας τοὺς ἐκ τῆς ἡμετέρας οἰκίας γενομένους ἡγησαμένου φόβος οὐδὲ εἷς ἔσται τηλικοῦτος, ὃς ταύτην ἡμῶν τὴν διάνοιαν ἐκβαλεῖ τῆς ψυχῆς, ἀντεισάξει δʼ εἰς αὐτὴν φιλοζωΐαν καὶ δόξης καταφρόνησιν. 13.199ὅθεν ὡς οὐκ ἀποροῦντες ἡγεμόνος οἵου τε καὶ πάσχειν ὑπὲρ ὑμῶν τὰ μέγιστα καὶ δρᾶν ἕπεσθέ μοι προθύμως ἐφʼ οὓς ἂν ἡγῶμαι· οὔτε γὰρ κρείττων ἐγὼ τῶν ἀδελφῶν τῶν ἐμῶν, ἵνα φείδωμαι τῆς ἐμαυτοῦ ψυχῆς, οὔτε χείρων, ἵνʼ κάλλιστον ἐκείνοις ἔδοξεν τὸ τελευτᾶν ὑπὲρ τῶν νόμων καὶ τῆς τοῦ θεοῦ θρησκείας ὑμῶν τοῦτʼ ἐγὼ φύγω καὶ καταλίπω. 13.200οἷς δέ με δεῖ γνήσιον ἐκείνων ἀδελφὸν φανῆναι τούτοις ἀδελφὸν ἐμαυτὸν ἐπιδείξω· θαρρῶ γὰρ ὡς καὶ δίκην ληψόμενος παρὰ τῶν πολεμίων καὶ πάντας ὑμᾶς μετὰ γυναικῶν καὶ τέκνων τῆς ἐξ αὐτῶν ὕβρεως ῥυσόμενος καὶ τὸ ἱερὸν ἀπόρθητον μετὰ τοῦ θεοῦ διαφυλάξων· τὰ γὰρ ἔθνη βλέπω καταφρονήσαντα ὑμῶν ὡς οὐκ ἐχόντων ἡγεμόνα πρὸς τὸ πολεμεῖν ὡρμημένα.” 13.201

Τούτους ποιησαμένου τοῦ Σίμωνος τοὺς λόγους ἀνεθάρσησεν τὸ πλῆθος, καὶ ταῖς ψυχαῖς ἐνδεδωκὸς ὑπὸ δειλίας ἀνηγέρθη πρὸς τὴν ἀμείνω καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἀθρόως πάντα τὸν λαὸν ἐκβοῆσαι τὸν Σίμωνα αὐτῶν ἡγεῖσθαι καὶ ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τῶν ἀδελφῶν αὐτοῦ τὴν προστασίαν ἔχειν· ἔσεσθαι γὰρ πρὸς τι κελεύσαι πειθηνίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.195 Joseph. AJ 13.200 (English) >>Joseph. AJ 13.204

Powered by PhiloLogic