13.200οἷς δέ με δεῖ γνήσιον ἐκείνων ἀδελφὸν φανῆναι τούτοις ἀδελφὸν ἐμαυτὸν ἐπιδείξω· θαρρῶ γὰρ ὡς καὶ δίκην ληψόμενος παρὰ τῶν πολεμίων καὶ πάντας ὑμᾶς μετὰ γυναικῶν καὶ τέκνων τῆς ἐξ αὐτῶν ὕβρεως ῥυσόμενος καὶ τὸ ἱερὸν ἀπόρθητον μετὰ τοῦ θεοῦ διαφυλάξων· τὰ γὰρ ἔθνη βλέπω καταφρονήσαντα ὑμῶν ὡς οὐκ ἐχόντων ἡγεμόνα πρὸς τὸ πολεμεῖν ὡρμημένα.”
13.201
Τούτους ποιησαμένου τοῦ Σίμωνος τοὺς λόγους ἀνεθάρσησεν τὸ πλῆθος, καὶ ταῖς ψυχαῖς ἐνδεδωκὸς ὑπὸ δειλίας ἀνηγέρθη πρὸς τὴν ἀμείνω καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἀθρόως πάντα τὸν λαὸν ἐκβοῆσαι τὸν Σίμωνα αὐτῶν ἡγεῖσθαι καὶ ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τῶν ἀδελφῶν αὐτοῦ τὴν προστασίαν ἔχειν· ἔσεσθαι γὰρ πρὸς ὅ τι κελεύσαι πειθηνίους.
13.202συναθροίσας δʼ εὐθὺς πᾶν ὅσον ἦν τὸ πολεμικὸν τῆς οἰκείας ἰσχύος ἔσπευδε τὰ τείχη τῆς πόλεως ἀνοικοδομῆσαι, καὶ πύργοις αὐτὴν ὑψηλοτάτοις καὶ καρτεροῖς ἀσφαλισάμενος ἀπέστειλεν μὲν Ἰωνάθην τινὰ φίλον Ἀψαλώμου παῖδα μετὰ στρατιᾶς εἰς Ἰόππην προστάξας αὐτῷ τοὺς οἰκήτορας ἐκβαλεῖν· ἐδεδίει γάρ, μὴ παραδῶσιν οὗτοι τὴν πόλιν τῷ Τρύφωνι. αὐτὸς δʼ ὑπομείνας ἐφύλαττε τὰ Ἱεροσόλυμα.
13.203
Ὁ δὲ Τρύφων ἄρας ἐκ Πτολεμαΐδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δʼ αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπʼ ὄρους κειμένη τυγχάνει, ὑφʼ ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία.