Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.203 Joseph. AJ 13.206 (English) >>Joseph. AJ 13.211

13.205 δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετʼ αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος, 13.206εἰπὼν ὅτι ταῦτα καὶ ἐνέδραν καὶ ἐπιβουλὴν ἔχει· ὅμως αἱρετώτερον εἶναι πέμψαι τὰ χρήματʼ αὐτῷ καὶ τοὺς υἱοὺς τοῖς ὑπὸ Τρύφωνος προβαλλομένοις μὴ ὑπακούσαντα λαβεῖν αἰτίαν ὡς τὸν ἀδελφὸν σῶσαι μὴ θελήσας. καὶ Σίμων μὲν τούς τε Ἰωνάθου παῖδας ἐξέπεμψεν καὶ τὰ χρήματα. 13.207λαβὼν δὲ Τρύφων οὐκ ἐτήρησεν τὴν πίστιν οὐδὲ ἀπέλυσε τὸν Ἰωνάθην, ἀλλὰ τὴν στρατιὰν ἀναλαβὼν ἐκπεριῆλθε τὴν χώραν καὶ διὰ τῆς Ἰδουμαίας ἀναβαίνειν διεγνώκει τὸ λοιπὸν εἰς Ἱεροσόλυμα, καὶ παραγενόμενος ἧκεν εἰς Ἄδωρα πόλιν τῆς Ἰδουμαίας. ἀντιπαρῆγεν δʼ Σίμων μετὰ τῆς στρατιᾶς ἀεὶ καταστρατοπεδευόμενος ἐξ ἐναντίας αὐτοῦ. 13.208

Τῶν δʼ ἐν τῇ ἄκρᾳ πεμψάντων πρὸς Τρύφωνα καὶ παρακαλούντων σπεῦσαι πρὸς αὐτοὺς καὶ τροφὰς αὐτοῖς πέμψαι, παρεσκεύασε τὴν ἵππον ὡς διὰ τῆς νυκτὸς ἐκείνης ἐν Ἱεροσολύμοις ἐσόμενος. ἀλλὰ χιὼν διὰ νυκτὸς πολλὴ πεσοῦσα καὶ τάς τε ὁδοὺς καλύψασα καὶ ἄπορον ἵπποις μάλιστα πεζεύειν ὑπὸ βάθους τὴν πορείαν παρασχοῦσα διεκώλυσεν αὐτὸν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.203 Joseph. AJ 13.206 (English) >>Joseph. AJ 13.211

Powered by PhiloLogic