Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.17 Joseph. AJ 13.22 (English) >>Joseph. AJ 13.28

13.20ὡς δʼ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν. 13.21καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον· αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι. 13.22

Σίμων μὲν οὖν καὶ Ἰωνάθης εἰς τὰ ἕλη τοῦ ποταμοῦ ὑποστρέψαντες αὐτόθι κατέμενον. Βακχίδης δὲ τὴν Ἰουδαίαν ἅπασαν φρουραῖς ἀσφαλισάμενος ὑπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ τότε μὲν ἐπʼ ἔτη δύο τὰ τῶν Ἰουδαίων ἠρέμησεν πράγματα. 13.23οἱ δὲ φυγάδες καὶ οἱ ἀσεβεῖς ὁρῶντες τὸν Ἰωνάθην καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλῆς ἀδείας ἐνδιατρίβοντας τῇ χώρᾳ διὰ τὴν εἰρήνην πέμπουσιν πρὸς Δημήτριον τὸν βασιλέα, παρακαλοῦντες ἀποστεῖλαι Βακχίδην ἐπὶ τὴν Ἰωνάθου σύλληψιν· ἐδήλουν γὰρ αὐτὴν ἀπόνως ἐσομένην, καὶ νυκτὶ μιᾷ μὴ προσδοκῶσιν αὐτοῖς ἐπιπεσόντες ἀποκτενεῖν ἅπαντας. 13.24τοῦ δὲ βασιλέως ἐκπέμψαντος τὸν Βακχίδην, γενόμενος οὗτος ἐν τῇ Ἰουδαίᾳ πᾶσιν ἔγραψεν τοῖς φίλοις καὶ Ἰουδαίοις καὶ συμμάχοις συλλαβεῖν αὐτῷ τὸν Ἰωνάθην. 13.25σπουδαζόντων δὲ πάντων καὶ μὴ δυναμένων κρατῆσαι τοῦ Ἰωνάθου, ἐφυλάσσετο γὰρ σφόδρα τὴν ἐπιβουλὴν ᾐσθημένος, Βακχίδης ὀργισθεὶς τοῖς φυγάσιν ὡς ψευσαμένοις αὐτόν τε καὶ τὸν βασιλέα πεντήκοντα αὐτῶν τοὺς ἡγουμένους συλλαβὼν ἀπέκτεινεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.17 Joseph. AJ 13.22 (English) >>Joseph. AJ 13.28

Powered by PhiloLogic